Reading Mode Quiz Mode


Χορός
1091
Μενέλαε, μὴ γνώμας ὑποστήσας σοφὰς
1092
εἶτ᾽ αὐτὸς ἐν θανοῦσιν ὑβριστὴς γένῃ.
Τεῦκρος
1093
οὐκ ἄν ποτ᾽, ἄνδρες, ἄνδρα θαυμάσαιμ᾽ ἔτι,
1094
ὃς μηδὲν ὢν γοναῖσιν εἶθ᾽ ἁμαρτάνει,
1095
ὅθ᾽ οἱ δοκοῦντες εὐγενεῖς πεφυκέναι
1096
τοιαῦθ᾽ ἁμαρτάνουσιν ἐν λόγοις ἔπη:
1097
ἄγ᾽ εἴπ᾽ ἀπ᾽ ἀρχῆς αὖθις, σὺ φὴς ἄγειν
1098
τόνδ᾽ ἄνδρ᾽ Ἀχαιοῖς δεῦρο σύμμαχον λαβών;
1099
οὐκ αὐτὸς ἐξέπλευσεν ὡς αὑτοῦ κρατῶν;
1100
ποῦ σὺ στρατηγεῖς τοῦδε; ποῦ δὲ σοὶ λεῶν
1101
ἔξεστ᾽ ἀνάσσειν ὧν ὅδ᾽ ἤγαγ᾽ οἴκοθεν;
1102
Σπάρτης ἀνάσσων ἦλθες, οὐχ ἡμῶν κρατῶν:
1103
οὐδ᾽ ἔσθ᾽ ὅπου σοὶ τόνδε κοσμῆσαι πλέον
1104
ἀρχῆς ἔκειτο θεσμὸς καὶ τῷδε σέ.
1105
ὕπαρχος ἄλλων δεῦρ᾽ ἔπλευσας, οὐχ ὅλων
1106
στρατηγός, ὥστ᾽ Αἴαντος ἡγεῖσθαί ποτε.
1107
ἀλλ᾽ ὧνπερ ἄρχεις ἄρχε καὶ τὰ σέμν᾽ ἔπη
1108
κόλαζ᾽ ἐκείνους: τόνδε δ᾽, εἴτε μὴ σὺ φὴς
1109
εἴθ᾽ ἅτερος στρατηγός, εἰς ταφὰς ἐγὼ
1110
θήσω δικαίως, οὐ τὸ σὸν δείσας στόμα.
1111
οὐ γάρ τι τῆς σῆς εἵνεκ᾽ ἐστρατεύσατο
1112
γυναικός, ὥσπερ οἱ πόνου πολλοῦ πλέῳ,
1113
ἀλλ᾽ εἵνεχ᾽ ὅρκων οἷσιν ἦν ἐνώμοτος,
1114
σοῦ δ᾽ οὐδέν: οὐ γὰρ ἠξίου τοὺς μηδένας.
1115
πρὸς ταῦτα πλείους δεῦρο κήρυκας λαβὼν
1116
καὶ τὸν στρατηγὸν ἧκε, τοῦ δὲ σοῦ ψόφου
1117
οὐκ ἂν στραφείην, ἕως ἂν ᾖς οἷός περ εἶ.
Χορός
1118
οὐδ᾽ αὖ τοιαύτην γλῶσσαν ἐν κακοῖς φιλῶ:
1119
τὰ σκληρὰ γάρ τοι, κἂν ὑπέρδικ᾽ , δάκνει.
1120
Μενέλαος
1120
τοξότης ἔοικεν οὐ σμικρὸν φρονεῖν.


Sophocles. The Ajax of Sophocles. Edited with introduction and notes by Sir Richard Jebb. Sir Richard Jebb. Cambridge. Cambridge University Press. 1893.
The Annenberg CPB/Project provided support for entering this text.
XML for this text provided by Trustees of Tufts University Perseus Project