Reading Mode Quiz Mode


1151
ὃς ἐν κακοῖς ὕβριζε τοῖσι τῶν πέλας.
1152
κᾆτ᾽ αὐτὸν εἰσιδών τις ἐμφερὴς ἐμοὶ
1153
ὀργήν θ᾽ ὅμοιος εἶπε τοιοῦτον λόγον:
1154
ὤνθρωπε, μὴ δρᾶ τοὺς τεθνηκότας κακῶς:
1155
εἰ γὰρ ποήσεις, ἴσθι πημανούμενος.
1156
τοιαῦτ᾽ ἄνολβον ἄνδρ᾽ ἐνουθέτει παρών.
1157
ὁρῶ δέ τοί νιν, κἄστιν, ὡς ἐμοὶ δοκεῖ,
1158
οὐδείς ποτ᾽ ἄλλος σύ. μῶν ᾐνιξάμην;
Μενέλαος
1159
ἄπειμι: καὶ γὰρ αἰσχρόν, εἰ πύθοιτό τις
1160
λόγοις κολάζειν βιάζεσθαι πάρα.
Τεῦκρος
1161
ἄφερπέ νυν: κἀμοὶ γὰρ αἴσχιστον κλύειν
1162
ἀνδρὸς ματαίου φλαῦρ᾽ ἔπη μυθουμένου.
1163
Χορός
1163
ἔσται μεγάλης ἔριδός τις ἀγών.
1164
ἀλλ᾽ ὡς δύνασαι, Τεῦκρε, ταχύνας
1165
σπεῦσον κοίλην κάπετόν τιν᾽ ἰδεῖν
1166
τῷδ᾽, ἔνθα βροτοῖς τὸν ἀείμνηστον
1167
τάφον εὐρώεντα καθέξει.
1168
Τεῦκρος
1168
καὶ μὴν ἐς αὐτὸν καιρὸν οἵδε πλησίοι
1169
πάρεισιν ἀνδρὸς τοῦδε παῖς τε καὶ γυνή,
1170
τάφον περιστελοῦντε δυστήνου νεκροῦ.
1171
παῖ, πρόσελθε δεῦρο καὶ σταθεὶς πέλας
1172
ἱκέτης ἔφαψαι πατρός, ὅς σ᾽ ἐγείνατο.
1173
θάκει δὲ προστρόπαιος ἐν χεροῖν ἔχων
1174
κόμας ἐμὰς καὶ τῆσδε καὶ σαυτοῦ τρίτου,
1175
ἱκτήριον θησαυρόν. εἰ δέ τις στρατοῦ
1176
βίᾳ σ᾽ ἀποσπάσειε τοῦδε τοῦ νεκροῦ,
1177
κακὸς κακῶς ἄθαπτος ἐκπέσοι χθονός,
1178
γένους ἅπαντος ῥίζαν ἐξημημένος,
1179
αὔτως ὅπωσπερ τόνδ᾽ ἐγὼ τέμνω πλόκον.
1180
ἔχ᾽ αὐτόν, παῖ, καὶ φύλασσε, μηδέ σε


Sophocles. The Ajax of Sophocles. Edited with introduction and notes by Sir Richard Jebb. Sir Richard Jebb. Cambridge. Cambridge University Press. 1893.
The Annenberg CPB/Project provided support for entering this text.
XML for this text provided by Trustees of Tufts University Perseus Project