Reading Mode Quiz Mode


1337
ἐξ οὗ ᾽κράτησα τῶν Ἀχιλλείων ὅπλων,
1338
ἀλλ᾽ αὐτὸν ἔμπας ὄντ᾽ ἐγὼ τοιόνδ᾽ ἐμοὶ
1339
οὐκ ἀντατιμάσαιμ᾽ ἄν, ὥστε μὴ λέγειν
1340
ἕν᾽ ἄνδρ᾽ ἰδεῖν ἄριστον Ἀργείων, ὅσοι
1341
Τροίαν ἀφικόμεσθα, πλὴν Ἀχιλλέως.
1342
ὥστ᾽ οὐκ ἂν ἐνδίκως γ᾽ ἀτιμάζοιτό σοι:
1343
οὐ γάρ τι τοῦτον, ἀλλὰ τοὺς θεῶν νόμους
1344
φθείροις ἄν. ἄνδρα δ᾽ οὐ δίκαιον, εἰ θάνοι,
1345
βλάπτειν τὸν ἐσθλόν, οὐδ᾽ ἐὰν μισῶν κυρῇς.
1346
Ἀγαμέμνων
1346
σὺ ταῦτ᾽, Ὀδυσσεῦ, τοῦδ᾽ ὑπερμαχεῖς ἐμοί;
Ὀδυσσεύς
1347
ἔγωγ᾽: ἐμίσουν δ᾽, ἡνίκ᾽ ἦν μισεῖν καλόν.
Ἀγαμέμνων
1348
οὐ γὰρ θανόντι καὶ προσεμβῆναί σε χρή;
Ὀδυσσεύς
1349
μὴ χαῖρ᾽, Ἀτρείδη, κέρδεσιν τοῖς μὴ καλοῖς.
Ἀγαμέμνων
1350
τόν τοι τύραννον εὐσεβεῖν οὐ ῥᾴδιον.
Ὀδυσσεύς
1351
ἀλλ᾽ εὖ λέγουσι τοῖς φίλοις τιμὰς νέμειν.
Ἀγαμέμνων
1352
κλύειν τὸν ἐσθλὸν ἄνδρα χρὴ τῶν ἐν τέλει.
Ὀδυσσεύς
1353
παῦσαι: κρατεῖς τοι τῶν φίλων νικώμενος.
Ἀγαμέμνων
1354
μέμνησ᾽ ὁποίῳ φωτὶ τὴν χάριν δίδως.
Ὀδυσσεύς
1355
ὅδ᾽ ἐχθρὸς ἁνήρ, ἀλλὰ γενναῖός ποτ᾽ ἦν.
Ἀγαμέμνων
1356
τί ποτε ποήσεις; ἐχθρὸν ὧδ᾽ αἰδεῖ νέκυν;
Ὀδυσσεύς
1357
νικᾷ γὰρ ἁρετή με τῆς ἔχθρας πολύ.
Ἀγαμέμνων
1358
τοιοίδε μέντοι φῶτες ἔμπληκτοι βροτῶν.
Ὀδυσσεύς
1359
κάρτα πολλοὶ νῦν φίλοι καὖθις πικροί.
Ἀγαμέμνων
1360
τοιούσδ᾽ ἐπαινεῖς δῆτα σὺ κτᾶσθαι φίλους;
Ὀδυσσεύς
1361
σκληρὰν ἐπαινεῖν οὐ φιλῶ ψυχὴν ἐγώ.
Ἀγαμέμνων
1362
ἡμᾶς σὺ δειλοὺς τῇδε θἠμέρᾳ φανεῖς.
Ὀδυσσεύς
1363
ἄνδρας μὲν οὖν Ἕλλησι πᾶσιν ἐνδίκους.
Ἀγαμέμνων
1364
ἄνωγας οὖν με τὸν νεκρὸν θάπτειν ἐᾶν;
Ὀδυσσεύς
1365
ἔγωγε: καὶ γὰρ αὐτὸς ἐνθάδ᾽ ἵξομαι.
Ἀγαμέμνων
1366
πάνθ᾽ ὅμοια πᾶς ἀνὴρ αὑτῷ πονεῖ.


Sophocles. The Ajax of Sophocles. Edited with introduction and notes by Sir Richard Jebb. Sir Richard Jebb. Cambridge. Cambridge University Press. 1893.
The Annenberg CPB/Project provided support for entering this text.
XML for this text provided by Trustees of Tufts University Perseus Project