Reading Mode Quiz Mode


1398
θέλεις κομίζειν, οὐδὲν ἄλγος ἕξομεν.
1399
ἐγὼ δὲ τἄλλα πάντα πορσυνῶ: σὺ δὲ
1400
ἀνὴρ καθ᾽ ἡμᾶς ἐσθλὸς ὢν ἐπίστασο.
Ὀδυσσεύς
1400
ἀλλ᾽ ἤθελον μέν: εἰ δὲ μή ᾽στί σοι φίλον
1401
πράσσειν τάδ᾽ ἡμᾶς, εἶμ᾽ ἐπαινέσας τὸ σόν.
Τεῦκρος
1402
ἅλις: ἤδη γὰρ πολὺς ἐκτέταται
1403
χρόνος. ἀλλ᾽ οἱ μὲν κοίλην κάπετον
1404
χερσὶ ταχύνατε, τοὶ δ᾽ ὑψίβατον
1405
τρίποδ᾽ ἀμφίπυρον λουτρῶν ὁσίων
1406
θέσθ᾽ ἐπίκαιρον:
1407
μία δ᾽ ἐκ κλισίας ἀνδρῶν ἴλη
1408
τὸν ὑπασπίδιον κόσμον φερέτω.
1410
παῖ, σὺ δὲ πατρός γ᾽, ὅσον ἰσχύεις,
1411
φιλότητι θιγὼν πλευρὰς σὺν ἐμοὶ
1412
τάσδ᾽ ἐπικούφιζ᾽: ἔτι γὰρ θερμαὶ
1413
σύριγγες ἄνω φυσῶσι μέλαν
1414
μένος. ἀλλ᾽ ἄγε πᾶς, φίλος ὅστις ἀνὴρ
1415
φησὶ παρεῖναι, σούσθω, βάτω,
1416
τῷδ᾽ ἀνδρὶ πονῶν τῷ πάντ᾽ ἀγαθῷ
1417
κοὐδενί πω λῴονι θνητῶν
1418
[ Αἴαντος, ὅτ᾽ ἦν, τότε φωνῶ.]
Χορός
1419
πολλὰ βροτοῖς ἔστιν ἰδοῦσιν
1420
γνῶναι: πρὶν ἰδεῖν δ᾽ οὐδεὶς μάντις
1421
τῶν μελλόντων, τι πράξει.


Sophocles. The Ajax of Sophocles. Edited with introduction and notes by Sir Richard Jebb. Sir Richard Jebb. Cambridge. Cambridge University Press. 1893.
The Annenberg CPB/Project provided support for entering this text.
XML for this text provided by Trustees of Tufts University Perseus Project