Reading Mode Quiz Mode


151
εὔπειστα λέγει, καὶ πᾶς κλύων
152
τοῦ λέξαντος χαίρει μᾶλλον
153
τοῖς σοῖς ἄχεσιν καθυβρίζων.
154
τῶν γὰρ μεγάλων ψυχῶν ἱεὶς
155
οὐκ ἂν ἁμάρτοις: κατὰ δ᾽ ἄν τις ἐμοῦ
156
τοιαῦτα λέγων οὐκ ἂν πείθοι:
157
πρὸς γὰρ τὸν ἔχονθ᾽ φθόνος ἕρπει.
158
καίτοι σμικροὶ μεγάλων χωρὶς
159
σφαλερὸν πύργου ῥῦμα πέλονται:
160
μετὰ γὰρ μεγάλων βαιὸς ἄριστ᾽ ἂν
161
καὶ μέγας ὀρθοῖθ᾽ ὑπὸ μικροτέρων.
162
ἀλλ᾽ οὐ δυνατὸν τοὺς ἀνοήτους
163
τούτων γνώμας προδιδάσκειν.
164
ὑπὸ τοιούτων ἀνδρῶν θορυβεῖ
165
χἠμεῖς οὐδὲν σθένομεν πρὸς ταῦτ᾽
166
ἀπαλέξασθαι σοῦ χωρίς, ἄναξ.
167
ἀλλ᾽ ὅτε γὰρ δὴ τὸ σὸν ὄμμ᾽ ἀπέδραν,
168
παταγοῦσιν ἅπερ πτηνῶν ἀγέλαι:
169
μέγαν αἰγυπιὸν δ᾽ ὑποδείσαντες
170
τάχ᾽ ἂν ἐξαίφνης, εἰ σὺ φανείης,
171
σιγῇ πτήξειαν ἄφωνοι.
172
strophe1
Χορός
strophe1
172
ῥά σε Ταυροπόλα Διὸς Ἄρτεμισ
strophe1
173
μεγάλα φάτις,
strophe1
174
μᾶτερ αἰσχύνας ἐμᾶσ
strophe1
175
ὥρμασε πανδάμους ἐπὶ βοῦς ἀγελαίας,
strophe1
176
πού τινος νίκας ἀκάρπωτον χάριν,
strophe1
177
ῥα κλυτῶν ἐνάρων
strophe1
178
ψευσθεῖσ᾽, ἀδώροις, εἴτ᾽ ἐλαφαβολίας;
strophe1
179
χαλκοθώραξ μή τιν᾽ Ἐνυάλιος
strophe1
180
μομφὰν ἔχων ξυνοῦ δορὸς ἐννυχίοις


Sophocles. The Ajax of Sophocles. Edited with introduction and notes by Sir Richard Jebb. Sir Richard Jebb. Cambridge. Cambridge University Press. 1893.
The Annenberg CPB/Project provided support for entering this text.
XML for this text provided by Trustees of Tufts University Perseus Project