Reading Mode Quiz Mode


strophe1
181
μαχαναῖς ἐτίσατο λώβαν;
strophe1
182
antistrophe1
Χορός
antistrophe1
182
οὔ ποτε γὰρ φρενόθεν γ᾽ ἐπ᾽ ἀριστερά,
antistrophe1
183
παῖ Τελαμῶνος, ἔβας
antistrophe1
185
τόσσον, ἐν ποίμναις πίτνων:
antistrophe1
186
ἥκοι γὰρ ἂν θεία νόσος: ἀλλ᾽ ἀπερύκοι
antistrophe1
187
καὶ Ζεὺς κακὰν καὶ Φοῖβος Ἀργείων φάτιν.
antistrophe1
188
εἰ δ᾽ ὑποβαλλόμενοι
antistrophe1
189
κλέπτουσι μύθους οἱ μεγάλοι βασιλῆς
antistrophe1
190
τᾶς ἀσώτου Σισυφιδᾶν γενεᾶς,
antistrophe1
191
μὴ μή, ἄναξ, ἔθ᾽ ὧδ᾽ ἐφάλοις κλισίαις
antistrophe1
192
ὄμμ᾽ ἔχων κακὰν φάτιν ἄρῃ.
antistrophe1
193
Χορός
193
ἀλλ᾽ ἄνα ἐξ ἑδράνων, ὅπου μακραίωνι
194
στηρίζει ποτὲ τᾷδ᾽ ἀγωνίῳ σχολᾷ
195
ἄταν οὐρανίαν φλέγων.
196
ἐχθρῶν δ᾽ ὕβρις ὧδ᾽ ἀτάρβητα
197
ὁρμᾶται ἐν εὐανέμοις βάσσαις,
198
πάντων καγχαζόντων
199
γλώσσαις βαρυάλγητα:
200
ἐμοὶ δ᾽ ἄχος ἕστακεν.
201
Τέκμησσα
201
ναὸς ἀρωγοὶ τῆς Αἴαντος,
202
γενεᾶς χθονίων ἀπ᾽ Ἐρεχθειδῶν,
203
ἔχομεν στοναχὰς οἱ κηδόμενοι
204
τοῦ Τελαμῶνος τηλόθεν οἴκου.
205
νῦν γὰρ δεινὸς μέγας ὠμοκρατὴς
206
Αἴας θολερῷ
207
κεῖται χειμῶνι νοσήσας.
Χορός
208
τί δ᾽ ἐνήλλακται τῆς ἡμερίας
210
νὺξ ἥδε βάρος;
211
παῖ τοῦ Φρυγίου Τελεύταντος,
212
λέγ᾽, ἐπεὶ σὲ λέχος δουριάλωτον


Sophocles. The Ajax of Sophocles. Edited with introduction and notes by Sir Richard Jebb. Sir Richard Jebb. Cambridge. Cambridge University Press. 1893.
The Annenberg CPB/Project provided support for entering this text.
XML for this text provided by Trustees of Tufts University Perseus Project