Reading Mode Quiz Mode


antistrophe1
247
θοὸν εἰρεσίας ζυγὸν ἑζόμενον
antistrophe1
250
ποντοπόρῳ ναῒ μεθεῖναι.
antistrophe1
251
τοίας ἐρέσσουσιν ἀπειλὰς δικρατεῖς Ἀτρεῖδαι
antistrophe1
252
καθ᾽ ἡμῶν: πεφόβημαι λιθόλευστον Ἄρη
antistrophe1
255
ξυναλγεῖν μετὰ τοῦδε τυπείς, τὸν αἶσ᾽ ἄπλατος ἴσχει.
antistrophe1
257
Τέκμησσα
256
οὐκέτι: λαμπρᾶς γὰρ ἄτερ στεροπῆς
257
ᾄξας ὀξὺς νότος ὣς λήγει,
258
καὶ νῦν φρόνιμος νέον ἄλγος ἔχει:
260
τὸ γὰρ ἐσλεύσσειν οἰκεῖα πάθη,
261
μηδενὸς ἄλλου παραπράξαντος,
262
μεγάλας ὀδύνας ὑποτείνει.
263
Χορός
263
ἀλλ᾽ εἰ πέπαυται, κάρτ᾽ ἂν εὐτυχεῖν δοκῶ:
264
φρούδου γὰρ ἤδη τοῦ κακοῦ μείων λόγος.
Τέκμησσα
265
πότερα δ᾽ ἄν, εἰ νέμοι τις αἵρεσιν, λάβοις,
266
φίλους ἀνιῶν αὐτὸς ἡδονὰς ἔχειν,
267
κοινὸς ἐν κοινοῖσι λυπεῖσθαι ξυνών;
Χορός
268
τό τοι διπλάζον, γύναι, μεῖζον κακόν.
Τέκμησσα
269
ἡμεῖς ἄρ᾽ οὐ νοσοῦντες ἀτώμεσθα νῦν.
Χορός
270
πῶς τοῦτ᾽ ἔλεξας; οὐ κάτοιδ᾽ ὅπως λέγεις.
Τέκμησσα
271
ἁνὴρ ἐκεῖνος, ἡνίκ᾽ ἦν ἐν τῇ νόσῳ,
272
αὐτὸς μὲν ἥδεθ᾽ οἷσιν εἴχετ᾽ ἐν κακοῖς,
273
ἡμᾶς δὲ τοὺς φρονοῦντας ἠνία ξυνών:
274
νῦν δ᾽ ὡς ἔληξε κἀνέπνευσε τῆς νόσου,
275
κεῖνός τε λύπῃ πᾶς ἐλήλαται κακῇ
276
ἡμεῖς θ᾽ ὁμοίως οὐδὲν ἧσσον πάρος.
277
ἆρ᾽ ἔστι ταῦτα δὶς τόσ᾽ ἐξ ἁπλῶν κακά;
Χορός
278
ξύμφημι δή σοι καὶ δέδοικα μὴ ᾽κ θεοῦ
279
πληγή τις ἥκῃ. πῶς γάρ, εἰ πεπαυμένος
280
μηδέν τι μᾶλλον νοσῶν εὐφραίνεται;
Τέκμησσα
281
ὡς ὧδ᾽ ἐχόντων τῶνδ᾽ ἐπίστασθαί σε χρή.


Sophocles. The Ajax of Sophocles. Edited with introduction and notes by Sir Richard Jebb. Sir Richard Jebb. Cambridge. Cambridge University Press. 1893.
The Annenberg CPB/Project provided support for entering this text.
XML for this text provided by Trustees of Tufts University Perseus Project