Reading Mode Quiz Mode


Χορός
282
τίς γάρ ποτ᾽ ἀρχὴ τοῦ κακοῦ προσέπτατο;
283
δήλωσον ἡμῖν τοῖς ξυναλγοῦσιν τύχας.
284
Τέκμησσα
284
ἅπαν μαθήσει τοὔργον ὡς κοινωνὸς ὤν.
285
κεῖνος γὰρ ἄκρας νυκτός, ἡνίχ᾽ ἕσπεροι
286
λαμπτῆρες οὐκέτ᾽ ᾖθον, ἄμφηκες λαβὼν
287
ἐμαίετ᾽ ἔγχος ἐξόδους ἕρπειν κενάς.
288
κἀγὼ ᾽πιπλήσσω καὶ λέγω: τί χρῆμα δρᾷς,
289
Αἴας; τί τήνδ᾽ ἄκλητος οὔθ᾽ ὑπ᾽ ἀγγέλων
290
κληθεὶς ἀφορμᾷς πεῖραν οὔτε τοῦ κλύων
291
σάλπιγγος; ἀλλὰ νῦν γε πᾶς εὕδει στρατός.
292
δ᾽ εἶπε πρός με βαί᾽, ἀεὶ δ᾽ ὑμνούμενα:
293
γύναι, γυναιξὶ κόσμον σιγὴ φέρει.
294
κἀγὼ μαθοῦσ᾽ ἔληξ᾽, δ᾽ ἐσσύθη μόνος.
295
καὶ τὰς ἐκεῖ μὲν οὐκ ἔχω λέγειν πάθας:
296
ἔσω δ᾽ ἐσῆλθε συνδέτους ἄγων ὁμοῦ
297
ταύρους, κύνας βοτῆρας, εὔερόν τ᾽ ἄγραν.
298
καὶ τοὺς μὲν ηὐχένιζε, τοὺς δ᾽ ἄνω τρέπων
299
ἔσφαζε κἀρράχιζε, τοὺς δὲ δεσμίους
300
ᾐκίζεθ᾽ ὥστε φῶτας ἐν ποίμναις πίτνων.
301
τέλος δ᾽ ὑπᾴξας διὰ θυρῶν σκιᾷ τινι
302
λόγους ἀνέσπα, τοὺς μὲν Ἀτρειδῶν κάτα,
303
τοὺς δ᾽ ἀμφ᾽ Ὀδυσσεῖ, συντιθεὶς γέλων πολύν,
304
ὅσην κατ᾽ αὐτῶν ὕβριν ἐκτίσαιτ᾽ ἰών:
305
κἄπειτ᾽ ἐπᾴξας αὖθις ἐς δόμους πάλιν,
306
ἔμφρων μόλις πως ξὺν χρόνῳ καθίσταται,
307
καὶ πλῆρες ἄτης ὡς διοπτεύει στέγος,
308
παίσας κάρα ᾽θώϋξεν: ἐν δ᾽ ἐρειπίοις
309
νεκρῶν ἐρειφθεὶς ἕζετ᾽ ἀρνείου φόνου,
310
κόμην ἀπρὶξ ὄνυξι συλλαβὼν χερί.
311
καὶ τὸν μὲν ἧστο πλεῖστον ἄφθογγος χρόνον:


Sophocles. The Ajax of Sophocles. Edited with introduction and notes by Sir Richard Jebb. Sir Richard Jebb. Cambridge. Cambridge University Press. 1893.
The Annenberg CPB/Project provided support for entering this text.
XML for this text provided by Trustees of Tufts University Perseus Project