Reading Mode Quiz Mode


468
καὶ δρῶν τι χρηστόν, εἶτα λοίσθιον θάνω;
469
ἀλλ᾽ ὧδέ γ᾽ Ἀτρείδας ἂν εὐφράναιμί που.
470
οὐκ ἔστι ταῦτα. πεῖρά τις ζητητέα
471
τοιάδ᾽ ἀφ᾽ ἧς γέροντι δηλώσω πατρὶ
472
μή τοι φύσιν γ᾽ ἄσπλαγχνος ἐκ κείνου γεγώς.
473
αἰσχρὸν γὰρ ἄνδρα τοῦ μακροῦ χρῄζειν βίου,
474
κακοῖσιν ὅστις μηδὲν ἐξαλλάσσεται.
475
τί γὰρ παρ᾽ ἦμαρ ἡμέρα τέρπειν ἔχει
476
προσθεῖσα κἀναθεῖσα τοῦ γε κατθανεῖν;
477
οὐκ ἂν πριαίμην οὐδενὸς λόγου βροτὸν
478
ὅστις κεναῖσιν ἐλπίσιν θερμαίνεται:
479
ἀλλ᾽ καλῶς ζῆν καλῶς τεθνηκέναι
480
τὸν εὐγενῆ χρή. πάντ᾽ ἀκήκοας λόγον.
481
Χορός
481
οὐδεὶς ἐρεῖ ποθ᾽ ὡς ὑπόβλητον λόγον,
482
Αἴας, ἔλεξας, ἀλλὰ τῆς σαυτοῦ φρενός:
483
παῦσαί γε μέντοι καὶ δὸς ἀνδράσιν φίλοις
484
γνώμης κρατῆσαι, τάσδε φροντίδας μεθείς.
Τέκμησσα
485
δέσποτ᾽ Αἴας, τῆς ἀναγκαίας τύχης
486
οὐκ ἔστιν οὐδὲν μεῖζον ἀνθρώποις κακόν.
487
ἐγὼ δ᾽ ἐλευθέρου μὲν ἐξέφυν πατρός,
488
εἴπερ τινὸς σθένοντος ἐν πλούτῳ Φρυγῶν:
489
νῦν δ᾽ εἰμὶ δούλη: θεοῖς γὰρ ὧδ᾽ ἔδοξέ που
490
καὶ σῇ μάλιστα χειρί. τοιγαροῦν, ἐπεὶ
491
τὸ σὸν λέχος ξυνῆλθον, εὖ φρονῶ τὰ σά,
492
καί σ᾽ ἀντιάζω πρός τ᾽ ἐφεστίου Διὸς
493
εὐνῆς τε τῆς σῆς, συνηλλάχθης ἐμοί,
494
μή μ᾽ ἀξιώσῃς βάξιν ἀλγεινὴν λαβεῖν
495
τῶν σῶν ὑπ᾽ ἐχθρῶν, χειρίαν ἐφείς τινι.
496
γὰρ θάνῃς σὺ καὶ τελευτήσας ἀφῇς,
497
ταύτῃ νόμιζε κἀμὲ τῇ τόθ᾽ ἡμέρᾳ


Sophocles. The Ajax of Sophocles. Edited with introduction and notes by Sir Richard Jebb. Sir Richard Jebb. Cambridge. Cambridge University Press. 1893.
The Annenberg CPB/Project provided support for entering this text.
XML for this text provided by Trustees of Tufts University Perseus Project