Reading Mode Quiz Mode


498
βίᾳ ξυναρπασθεῖσαν Ἀργείων ὕπο
499
ξὺν παιδὶ τῷ σῷ δουλίαν ἕξειν τροφήν.
500
καί τις πικρὸν πρόσφθεγμα δεσποτῶν ἐρεῖ
501
λόγοις ἰάπτων: ἴδετε τὴν ὁμευνέτιν
502
Αἴαντος, ὃς μέγιστον ἴσχυσεν στρατοῦ,
503
οἵας λατρείας ἀνθ᾽ ὅσου ζήλου τρέφει.
504
τοιαῦτ᾽ ἐρεῖ τις: κἀμὲ μὲν δαίμων ἐλᾷ,
505
σοὶ δ᾽ αἰσχρὰ τἄπη ταῦτα καὶ τῷ σῷ γένει.
506
ἀλλ᾽ αἴδεσαι μὲν πατέρα τὸν σὸν ἐν λυγρῷ
507
γήρᾳ προλείπων, αἴδεσαι δὲ μητέρα
508
πολλῶν ἐτῶν κληροῦχον, σε πολλάκις
509
θεοῖς ἀρᾶται ζῶντα πρὸς δόμους μολεῖν:
510
οἴκτιρε δ᾽, ὦναξ, παῖδα τὸν σόν, εἰ νέας
511
τροφῆς στερηθεὶς σοῦ διοίσεται μόνος
512
ὑπ᾽ ὀρφανιστῶν μὴ φίλων, ὅσον κακὸν
513
κείνῳ τε κἀμοὶ τοῦθ᾽, ὅταν θάνῃς, νεμεῖς.
514
ἐμοὶ γὰρ οὐκέτ᾽ ἔστιν εἰς τι βλέπω
515
πλὴν σοῦ. σὺ γάρ μοι πατρίδ᾽ ᾔστωσας δόρει,
516
καὶ μητέρ᾽ ἄλλη μοῖρα τὸν φύσαντά τε
517
καθεῖλεν Ἅιδου θανασίμους οἰκήτορας.
518
τίς δῆτ᾽ ἐμοὶ γένοιτ᾽ ἂν ἀντὶ σοῦ πατρίς;
519
τίς πλοῦτος; ἐν σοὶ πᾶσ᾽ ἔγωγε σῴζομαι.
520
ἀλλ᾽ ἴσχε κἀμοῦ μνῆστιν: ἀνδρί τοι χρεὼν
521
μνήμην προσεῖναι, τερπνὸν εἴ τί που πάθοι.
522
χάρις χάριν γάρ ἐστιν τίκτουσ᾽ ἀεί:
523
ὅτου δ᾽ ἀπορρεῖ μνῆστις εὖ πεπονθότος,
524
οὐκ ἂν γένοιτ᾽ ἔθ᾽ οὗτος εὐγενὴς ἀνήρ.
525
Χορός
525
Αἴας, ἔχειν σ᾽ ἂν οἶκτον ὡς κἀγὼ φρενὶ
526
θέλοιμ᾽ ἄν: αἰνοίης γὰρ ἂν τὰ τῆσδ᾽ ἔπη.
Αἴας
527
καὶ κάρτ᾽ ἐπαίνου τεύξεται πρὸς γοῦν ἐμοῦ,


Sophocles. The Ajax of Sophocles. Edited with introduction and notes by Sir Richard Jebb. Sir Richard Jebb. Cambridge. Cambridge University Press. 1893.
The Annenberg CPB/Project provided support for entering this text.
XML for this text provided by Trustees of Tufts University Perseus Project