Reading Mode Quiz Mode


558
δείξεις ἐν ἐχθροῖς, οἷος ἐξ οἵου ᾽τράφης.
559
τέως δὲ κούφοις πνεύμασιν βόσκου, νέαν
560
ψυχὴν ἀτάλλων, μητρὶ τῇδε χαρμονήν.
560
οὔτοι σ᾽ Ἀχαιῶν, οἶδα, μή τις ὑβρίσῃ
561
στυγναῖσι λώβαις, οὐδὲ χωρὶς ὄντ᾽ ἐμοῦ.
562
τοῖον πυλωρὸν φύλακα Τεῦκρον ἀμφί σοι
563
λείψω τροφῆ τ᾽ ἄοκνον ἔμπα, κεἰ τανῦν
564
τηλωπὸς οἰχνεῖ, δυσμενῶν θήραν ἔχων.
565
ἀλλ᾽, ἄνδρες ἀσπιστῆρες, ἐνάλιος λεώς,
566
ὑμῖν τε κοινὴν τήνδ᾽ ἐπισκήπτω χάριν,
567
κείνῳ τ᾽ ἐμὴν ἀγγείλατ᾽ ἐντολήν, ὅπως
568
τὸν παῖδα τόνδε πρὸς δόμους ἐμοὺς ἄγων
569
Τελαμῶνι δείξει μητρί τ᾽, Ἐριβοίᾳ λέγω,
570
ὥς σφιν γένηται γηροβοσκὸς εἰσαεί,
571
[ μέχρις οὗ μυχοὺς κίχωσι τοῦ κάτω θεοῦ],
572
καὶ τἀμὰ τεύχη μήτ᾽ ἀγωνάρχαι τινὲς
573
θήσουσ᾽ Ἀχαιοῖς μήθ᾽ λυμεὼν ἐμός.
574
ἀλλ᾽ αὐτό μοι σύ, παῖ, λαβὼν ἐπώνυμον,
575
Εὐρύσακες, ἴσχε διὰ πολυρράφου στρέφων
576
πόρπακος, ἑπτάβοιον ἄρρηκτον σάκος:
577
τὰ δ᾽ ἄλλα τεύχη κοίν᾽ ἐμοὶ τεθάψεται.
578
ἀλλ᾽ ὡς τάχος τὸν παῖδα τόνδ᾽ ἤδη δέχου
579
καὶ δῶμα πάκτου, μηδ᾽ ἐπισκήνους γόους
580
δάκρυε: κάρτα τοι φιλοίκτιστον γυνή.
581
πύκαζε θᾶσσον: οὐ πρὸς ἰατροῦ σοφοῦ
582
θρηνεῖν ἐπῳδὰς πρὸς τομῶντι πήματι.
583
Χορός
583
δέδοικ᾽ ἀκούων τήνδε τὴν προθυμίαν:
584
οὐ γάρ μ᾽ ἀρέσκει γλῶσσά σου τεθηγμένη.
Τέκμησσα
585
δέσποτ᾽ Αἴας, τί ποτε δρασείεις φρενί;
Αἴας
586
μὴ κρῖνε, μὴ ᾽ξέταζε: σωφρονεῖν καλόν.


Sophocles. The Ajax of Sophocles. Edited with introduction and notes by Sir Richard Jebb. Sir Richard Jebb. Cambridge. Cambridge University Press. 1893.
The Annenberg CPB/Project provided support for entering this text.
XML for this text provided by Trustees of Tufts University Perseus Project