Reading Mode Quiz Mode


751
εἰς χεῖρα Τεύκρου δεξιὰν φιλοφρόνως
752
θεὶς εἶπε κἀπέσκηψε, παντοίᾳ τέχνῃ
753
εἶρξαι κατ᾽ ἦμαρ τοὐμφανὲς τὸ νῦν τόδε
754
Αἴανθ᾽ ὑπὸ σκηναῖσι μηδ᾽ ἀφέντ᾽ ἐᾶν,
755
εἰ ζῶντ᾽ ἐκεῖνον εἰσιδεῖν θέλοι ποτέ.
756
ἐλᾷ γὰρ αὐτὸν τῇδε θἠμέρᾳ μόνῃ
757
δίας Ἀθάνας μῆνις, ὡς ἔφη λέγων.
758
τὰ γὰρ περισσὰ κἀνόνητα σώματα
759
πίπτειν βαρείαις πρὸς θεῶν δυσπραξίαις
760
ἔφασχ᾽ μάντις, ὅστις ἀνθρώπου φύσιν
761
βλαστὼν ἔπειτα μὴ κατ᾽ ἄνθρωπον φρονῇ.
762
κεῖνος δ᾽ ἀπ᾽ οἴκων εὐθὺς ἐξορμώμενος
763
ἄνους καλῶς λέγοντος ηὑρέθη πατρός.
764
μὲν γὰρ αὐτὸν ἐννέπει: τέκνον, δόρει
765
βούλου κρατεῖν μέν, σὺν θεῷ δ᾽ ἀεὶ κρατεῖν.
766
δ᾽ ὑψικόμπως κἀφρόνως ἠμείψατο:
767
πάτερ, θεοῖς μὲν κἂν μηδὲν ὢν ὁμοῦ
768
κράτος κατακτήσαιτ᾽: ἐγὼ δὲ καὶ δίχα
769
κείνων πέποιθα τοῦτ᾽ ἐπισπάσειν κλέος.
770
τοσόνδ᾽ ἐκόμπει μῦθον. εἶτα δεύτερον
771
δίας Ἀθάνας, ἡνίκ᾽ ὀτρύνουσά νιν
772
ηὐδᾶτ᾽ ἐπ᾽ ἐχθροῖς χεῖρα φοινίαν τρέπειν,
773
τότ᾽ ἀντιφωνεῖ δεινὸν ἄρρητόν τ᾽ ἔπος:
774
ἄνασσα, τοῖς ἄλλοισιν Ἀργείων πέλας
775
ἵστω, καθ᾽ ἡμᾶς δ᾽ οὔποτ᾽ ἐκρήξει μάχη.
776
τοιοῖσδέ τοι λόγοισιν ἀστεργῆ θεᾶς
777
ἐκτήσατ᾽ ὀργήν, οὐ κατ᾽ ἄνθρωπον φρονῶν.
778
ἀλλ᾽ εἴπερ ἔστι τῇδε θἠμέρᾳ, τάχ᾽ ἂν
779
γενοίμεθ᾽ αὐτοῦ σὺν θεῷ σωτήριοι.
780
τοσαῦθ᾽ μάντις εἶφ᾽: δ᾽ εὐθὺς ἐξ ἕδρας


Sophocles. The Ajax of Sophocles. Edited with introduction and notes by Sir Richard Jebb. Sir Richard Jebb. Cambridge. Cambridge University Press. 1893.
The Annenberg CPB/Project provided support for entering this text.
XML for this text provided by Trustees of Tufts University Perseus Project