Reading Mode Quiz Mode


Book1
181
Μόψον τ᾽ Ἀμπυκίδην, Τιταρήσιον, ὄζον Ἄρηος,
Book1
182
Θησέα τ᾽ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν:
Book1
183
ἀργύρεοι, χρύσεια περὶ χροῒ τεύχε᾽ ἔχοντες.
Book1
184
Κένταυροι δ᾽ ἑτέρωθεν ἐναντίοι ἠγερέθοντο
Book1
185
ἀμφὶ μέγαν Πετραῖον ἰδ᾽ Ἄσβολον οἰωνιστὴν
Book1
186
Ἄρκτον τ᾽ Οὔρειόν τε μελαγχαίτην τε Μίμαντα
Book1
187
καὶ δύο Πευκεΐδας, Περιμήδεά τε Δρύαλόν τε,
Book1
188
ἀργύρεοι, χρυσέας ἐλάτας ἐν χερσὶν ἔχοντες.
Book1
189
καί τε συναΐγδην ὡς εἰ ζωοί περ ἐόντες
Book1
190
ἔγχεσιν ἠδ᾽ ἐλάτῃς αὐτοσχεδὸν ὠριγνῶντο.
Book1
191
ἐν δ᾽ Ἄρεος βλοσυροῖο ποδώκεες ἕστασαν ἵπποι
Book1
192
χρύσεοι, ἐν δὲ καὶ αὐτὸς ἐναρσφόρος οὔλιος Ἄρης
Book1
193
αἰχμὴν ἐν χείρεσσιν ἔχων, πρυλέεσσι κελεύων,
Book1
194
αἵματι φοινικόεις, ὡς εἰ ζωοὺς ἐναρίζων
Book1
195
δίφρου ἐπεμβεβαώς: παρὰ δὲ Δεῖμός τε Φόβος τε
Book1
196
ἕστασαν ἱέμενοι πόλεμον καταδύμεναι ἀνδρῶν.
Book1
197
ἐν δὲ Διὸς θυγάτηρ ἀγελείη Τριτογένεια,
Book1
198
τῇ ἰκέλη ὡς εἴ τε μάχην ἐθέλουσα κορύσσειν,
Book1
199
ἔγχος ἔχουσ᾽ ἐν χερσὶν ἰδὲ χρυσέην τρυφάλειαν
Book1
200
αἰγίδα τ᾽ ἀμφ᾽ ὤμοις: ἐπὶ δ᾽ ᾤχετο φύλοπιν αἰνήν.
Book1
201
ἐν δ᾽ ἦν ἀθανάτων ἱερὸς χορός: ἐν δ᾽ ἄρα μέσσῳ
Book1
202
ἱμερόεν κιθάριζε Διὸς καὶ Λητοῦς υἱὸς
Book1
203
χρυσείῃ φόρμιγγι: [ θεῶν δ᾽ ἕδος ἁγνὸς Ὄλυμπος:
Book1
204
ἐν δ᾽ ἀγορή, περὶ δ᾽ ὄλβος ἀπείριτος ἐστεφάνωτο
Book1
205
ἀθανάτων ἐν ἀγῶνι:] θεαὶ δ᾽ ἐξῆρχον ἀοιδῆς
Book1
206
Μοῦσαι Πιερίδες, λιγὺ μελπομένῃς ἐικυῖαι.
Book1
207
ἐν δὲ λιμὴν ἐύορμος ἀμαιμακέτοιο θαλάσσης
Book1
208
κυκλοτερὴς ἐτέτυκτο πανέφθου κασσιτέροιο
Book1
209
κλυζομένῳ ἴκελος: [ πολλοί γε μὲν ἂμ μέσον αὐτοῦ
Book1
210
δελφῖνες τῇ καὶ τῇ ἐθύνεον ἰχθυάοντες


Hesiod. The Homeric Hymns and Homerica with an English Translation by Hugh G. Evelyn-White. Shield of Heracles. Cambridge, MA.,Harvard University Press; London, William Heinemann Ltd. 1914.
The Annenberg CPB/Project provided support for entering this text.
XML for this text provided by Trustees of Tufts University Perseus Project