Reading Mode Quiz Mode


Book1
332
τὸν μὲν ἔπειτ᾽ αὐτοῦ λιπέειν καὶ τεύχεα τοῖο,
Book1
333
αὐτὸς δὲ βροτολοιγὸν Ἄρην ἐπιόντα δοκεύσας,
Book1
334
ἔνθα κε γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιο
Book1
335
ὀφθαλμοῖσιν ἴδῃς, ἔνθ᾽ οὐτάμεν ὀξέι χαλκῷ:
Book1
336
ἂψ δ᾽ ἀναχάσσασθαι: ἐπεὶ οὔ νύ τοι αἴσιμόν ἐστιν
Book1
337
οὔθ᾽ ἵππους ἑλέειν οὔτε κλυτὰ τεύχεα τοῖο.
Book1
338
ὣς εἰποῦσ᾽ ἐς δίφρον ἐβήσατο δῖα θεάων,
Book1
339
νίκην ἀθανάτῃς χερσὶν καὶ κῦδος ἔχουσα,
Book1
340
ἐσσυμένως. τότε δή ῥα διόγνητος Ἰόλαος
Book1
341
σμερδαλέον ἵπποισιν ἐκέκλετο: τοὶ δ᾽ ὑπ᾽ ὀμοκλῆς
Book1
342
ῥίμφ᾽ ἔφερον θοὸν ἅρμα κονίοντες πεδίοιο.
Book1
343
ἐν γάρ σφιν μένος ἧκε θεὰ γλαυκῶπις Ἀθήνη
Book1
344
αἰγίδ᾽ ἀνασσείσασα: περιστονάχησε δὲ γαῖα.
Book1
345
τοὶ δ᾽ ἄμυδις προγένοντ᾽ ἴκελοι πυρὶ ἠὲ θυέλλῃ,
Book1
346
Κύκνος θ᾽ ἱππόδαμος καὶ Ἄρης ἀκόρητος ἀυτῆς.
Book1
347
τῶν ἵπποι μὲν ἔπειθ᾽ ὑπεναντίοι ἀλλήλοισιν
Book1
348
ὀξεῖα χρέμισαν, περὶ δέ σφισιν ἄγνυτο ἠχώ.
Book1
349
τὸν πρότερος προσέειπε βίη Ἡρακληείη:
Book1
350
κύκνε πέπον, τί νυ νῶιν ἐπίσχετον ὠκέας ἵππους
Book1
351
ἀνδράσιν, οἵ τε πόνου καὶ ὀιζύος ἴδριές εἰμεν;
Book1
352
ἀλλὰ παρὲξ ἔχε δίφρον ἐύξοον ἠδὲ κελεύθου
Book1
353
εἶκε παρὲξ ἰέναι. Τρηχῖνα δέ τοι παρελαύνω
Book1
354
ἐς Κήυκα ἄνακτα: γὰρ δυνάμι τε καὶ αἰδοῖ
Book1
355
Τρηχῖνος προβέβηκε, σὺ δ᾽ εὖ μάλα οἶσθα καὶ αὐτός:
Book1
356
τοῦ γὰρ ὀπυίεις παῖδα Θεμιστονόην κυανῶπιν.
Book1
357
πέπον, οὐ μὲν γὰρ τοι Ἄρης θανάτοιο τελευτὴν
Book1
358
ἀρκέσει, εἰ δὴ νῶι συνοισόμεθα πτολεμίζειν.
Book1
359
ἤδη μέν τέ φημι καὶ ἄλλοτε πειρηθῆναι
Book1
360
ἔγχεος ἡμετέρου, ὅθ᾽ ὑπὲρ Πύλου ἠμαθόεντος
Book1
361
ἀντίος ἔστη ἐμεῖο, μάχης ἄμοτον μενεαίνων.


Hesiod. The Homeric Hymns and Homerica with an English Translation by Hugh G. Evelyn-White. Shield of Heracles. Cambridge, MA.,Harvard University Press; London, William Heinemann Ltd. 1914.
The Annenberg CPB/Project provided support for entering this text.
XML for this text provided by Trustees of Tufts University Perseus Project