Reading Mode Quiz Mode


445
γένοιτ᾽ ἂν ἄλλα Κτησίου Διὸς χάριν:
446
καὶ γλῶσσα τοξεύσασα μὴ τὰ καίρια,
447
γένοιτο μύθου μῦθος ἂν θελκτήριος
448
[ ἀλγεινὰ θυμοῦ κάρτα κινητήρια].
449
ὅπως δ᾽ ὅμαιμον αἷμα μὴ γενήσεται,
450
δεῖ κάρτα θύειν καὶ πεσεῖν χρηστήρια
451
θεοῖσι πολλοῖς πολλά, πημονῆς ἄκη.
452
κάρτα νείκους τοῦδ᾽ ἔσω παροίχομαι
453
θέλω δ᾽ ἄιδρις μᾶλλον σοφὸς κακῶν
454
εἶναι. γένοιτο δ᾽ εὖ παρὰ γνώμην ἐμήν.
Χορός
455
πολλῶν ἄκουσον τέρματ᾽ αἰδοίων λόγων.
Βασιλεύς
456
ἤκουσα, καὶ λέγοις ἄν. οὔ με φεύξεται.
Χορός
457
ἔχω στρόφους ζώνας τε, συλλαβὰς πέπλων
Βασιλεύς
458
τάχ᾽ ἂν γυναιξὶ ταῦτα συμπρεπῆ πέλοι.
Χορός
459
ἐκ τῶνδε τοίνυν, ἴσθι, μηχανὴ καλή
Βασιλεύς
460
λέξον τίν᾽ αὐδὴν τήνδε γηρυθεῖσ᾽ ἔσῃ.
Χορός
461
εἰ μή τι πιστὸν τῷδ᾽ ὑποστήσεις στόλῳ
Βασιλεύς
462
τί σοι περαίνει μηχανὴ συζωμάτων;
Χορός
463
νέοις πίναξι βρέτεα κοσμῆσαι τάδε.
Βασιλεύς
464
αἰνιγματῶδες τοὔπος: ἀλλ᾽ ἁπλῶς φράσον.
Χορός
465
ἐκ τῶνδ᾽ ὅπως τάχιστ᾽ ἀπάγξασθαι θεῶν.
Βασιλεύς
466
ἤκουσα μαστικτῆρα καρδίας λόγον.
Χορός
467
ξυνῆκας: ὠμμάτωσα γὰρ σαφέστερον.
Βασιλεύς
468
καὶ πολλαχῇ γε δυσπάλαιστα πράγματα,
469
κακῶν δὲ πλῆθος ποταμὸς ὣς ἐπέρχεται:
470
ἄτης δ᾽ ἄβυσσον πέλαγος οὐ μάλ᾽ εὔπορον
471
τόδ᾽ ἐσβέβηκα, κοὐδαμοῦ λιμὴν κακῶν.
472
εἰ μὲν γὰρ ὑμῖν μὴ τόδ᾽ ἐκπράξω χρέος,
473
μίασμ᾽ ἔλεξας οὐχ ὑπερτοξεύσιμον.
474
εἰ δ᾽ αὖθ᾽ ὁμαίμοις παισὶν Αἰγύπτου σέθεν


Aeschylus. Aeschylus, with an English translation by Herbert Weir Smyth, Ph. D. in two volumes. 1.Suppliant Women. Cambridge. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd. 1926.
The Annenberg CPB/Project provided support for entering this text.
XML for this text provided by Trustees of Tufts University Perseus Project