Reading Mode Quiz Mode


Ἄγγελος
302
Ἀρτεμβάρης δὲ μυρίας ἵππου βραβεὺς
303
στύφλους παρ᾽ ἀκτὰς θείνεται Σιληνιῶν.
304
χὠ χιλίαρχος Δαδάκης πληγῇ δορὸς
305
πήδημα κοῦφον ἐκ νεὼς ἀφήλατο:
306
Τενάγων τ᾽ ἀριστεὺς Βακτρίων ἰθαιγενὴς
307
θαλασσόπληκτον νῆσον Αἴαντος πολεῖ.
308
Λίλαιος, Ἀρσάμης τε κἈργήστης τρίτος,
309
οἵδ᾽ ἀμφὶ νῆσον τὴν πελειοθρέμμονα
310
δινούμενοι ᾽κύρισσον ἰσχυρὰν χθόνα:
311
πηγαῖς τε Νείλου γειτονῶν Αἰγυπτίου
312
Ἀρκτεύς, Ἀδεύης, καὶ φερεσσάκης τρίτος
313
Φαρνοῦχος, οἵδε ναὸς ἐκ μιᾶς πέσον.
314
Χρυσεὺς Μάταλλος μυριόνταρχος θανών,
315
ἵππου μελαίνης ἡγεμὼν τρισμυρίας,
316
πυρρὰν ζαπληθῆ δάσκιον γενειάδα
317
ἔτεγγ᾽, ἀμείβων χρῶτα πορφυρέᾳ βαφῇ.
318
καὶ Μᾶγος Ἄραβος, Ἀρτάβης τε Βάκτριος,
319
σκληρᾶς μέτοικος γῆς, ἐκεῖ κατέφθιτο.
320
Ἄμιστρις Ἀμφιστρεύς τε πολύπονον δόρυ
321
νωμῶν, τ᾽ ἐσθλὸς Ἀριόμαρδος Σάρδεσι
322
πένθος παρασχών, Σεισάμης θ᾽ Μύσιος,
323
Θάρυβίς τε πεντήκοντα πεντάκις νεῶν
324
ταγός, γένος Λυρναῖος, εὐειδὴς ἀνήρ,
325
κεῖται θανὼν δείλαιος οὐ μάλ᾽ εὐτυχῶς:
326
Συέννεσίς τε πρῶτος εἰς εὐψυχίαν,
327
Κιλίκων ἄπαρχος, εἷς ἀνὴρ πλεῖστον πόνον
328
ἐχθροῖς παρασχών εὐκλεῶς ἀπώλετο.
329
τοσόνδε ταγῶν νῦν ὑπεμνήσθην πέρι.
330
πολλῶν παρόντων δ᾽ ὀλίγ᾽ ἀπαγγέλλω κακά.
Ἄτοσσα
331
αἰαῖ, κακῶν ὕψιστα δὴ κλύω τάδε,


Aeschylus. Aeschylus, with an English translation by Herbert Weir Smyth, Ph. D. in two volumes. 1.Persians. Cambridge. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd. 1926.
The Annenberg CPB/Project provided support for entering this text.
XML for this text provided by Trustees of Tufts University Perseus Project