Reading Mode Quiz Mode


332
αἴσχη τε Πέρσαις καὶ λιγέα κωκύματα.
333
ἀτὰρ φράσον μοι τοῦτ᾽ ἀναστρέψας πάλιν:
334
πόσον δὲ πλῆθος ἦν νεῶν Ἑλληνίδων,
335
ὥστ᾽ ἀξιῶσαι Περσικῷ στρατεύματι
336
μάχην συνάψαι ναΐοισιν ἐμβολαῖς;
Ἄγγελος
337
πλήθους μὲν ἂν σάφ᾽ ἴσθ᾽ ἕκατι βάρβαρον
338
ναυσὶν κρατῆσαι. καὶ γὰρ Ἕλλησιν μὲν ἦν
339
πᾶς ἀριθμὸς ἐς τριακάδας δέκα
340
ναῶν, δεκὰς δ᾽ ἦν τῶνδε χωρὶς ἔκκριτος:
341
Ξέρξῃ δέ, καὶ γὰρ οἶδα, χιλιὰς μὲν ἦν
342
ὧν ἦγε πλῆθος, αἱ δ᾽ ὑπέρκοποι τάχει
343
ἑκατὸν δὶς ἦσαν ἑπτά θ᾽: ὧδ᾽ ἔχει λόγος.
344
μή σοι δοκοῦμεν τῇδε λειφθῆναι μάχῃ;
345
ἀλλ᾽ ὧδε δαίμων τις κατέφθειρε στρατόν,
346
τάλαντα βρίσας οὐκ ἰσορρόπῳ τύχῃ.
347
θεοὶ πόλιν σῴζουσι Παλλάδος θεᾶς.
Ἄτοσσα
348
ἔτ᾽ ἆρ᾽ Ἀθηνῶν ἔστ᾽ ἀπόρθητος πόλις;
Ἄγγελος
349
ἀνδρῶν γὰρ ὄντων ἕρκος ἐστὶν ἀσφαλές.
Ἄτοσσα
350
ἀρχὴ δὲ ναυσὶ συμβολῆς τίς ἦν, φράσον:
351
τίνες κατῆρξαν, πότερον Ἕλληνες, μάχης,
352
παῖς ἐμός, πλήθει καταυχήσας νεῶν;
353
Ἄγγελος
353
ἦρξεν μέν, δέσποινα, τοῦ παντὸς κακοῦ
354
φανεὶς ἀλάστωρ κακὸς δαίμων ποθέν.
355
ἀνὴρ γὰρ Ἕλλην ἐξ Ἀθηναίων στρατοῦ
356
ἐλθὼν ἔλεξε παιδὶ σῷ Ξέρξῃ τάδε,
357
ὡς εἰ μελαίνης νυκτὸς ἵξεται κνέφας,
358
Ἕλληνες οὐ μενοῖεν, ἀλλὰ σέλμασιν
359
ναῶν ἐπανθορόντες ἄλλος ἄλλοσε
360
δρασμῷ κρυφαίῳ βίοτον ἐκσωσοίατο.
361
δ᾽ εὐθὺς ὡς ἤκουσεν, οὐ ξυνεὶς δόλον


Aeschylus. Aeschylus, with an English translation by Herbert Weir Smyth, Ph. D. in two volumes. 1.Persians. Cambridge. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd. 1926.
The Annenberg CPB/Project provided support for entering this text.
XML for this text provided by Trustees of Tufts University Perseus Project