Reading Mode Quiz Mode


392
γνώμης ἀποσφαλεῖσιν: οὐ γὰρ ὡς φυγῇ
393
παιᾶν᾽ ἐφύμνουν σεμνὸν Ἕλληνες τότε,
394
ἀλλ᾽ ἐς μάχην ὁρμῶντες εὐψύχῳ θράσει:
395
395
395
σάλπιγξ δ᾽ ἀϋτῇ πάντ᾽ ἐκεῖν᾽ ἐπέφλεγεν.
396
εὐθὺς δὲ κώπης ῥοθιάδος ξυνεμβολῇ
397
ἔπαισαν ἅλμην βρύχιον ἐκ κελεύματος,
398
θοῶς δὲ πάντες ἦσαν ἐκφανεῖς ἰδεῖν.
399
τὸ δεξιὸν μὲν πρῶτον εὐτάκτως κέρας
400
ἡγεῖτο κόσμῳ, δεύτερον δ᾽ πᾶς στόλος
401
ἐπεξεχώρει, καὶ παρῆν ὁμοῦ κλύειν
402
πολλὴν βοήν, “ παῖδες Ἑλλήνων ἴτε,
403
ἐλευθεροῦτε πατρίδ᾽, ἐλευθεροῦτε δὲ
404
παῖδας, γυναῖκας, θεῶν τέ πατρῴων ἕδη,
405
θήκας τε προγόνων: νῦν ὑπὲρ πάντων ἀγών.”
406
καὶ μὴν παρ᾽ ἡμῶν Περσίδος γλώσσης ῥόθος
407
ὑπηντίαζε, κοὐκέτ᾽ ἦν μέλλειν ἀκμή.
408
εὐθὺς δὲ ναῦς ἐν νηὶ χαλκήρη στόλον
409
ἔπαισεν: ἦρξε δ᾽ ἐμβολῆς Ἑλληνικὴ
410
ναῦς, κἀποθραύει πάντα Φοινίσσης νεὼς
411
κόρυμβ᾽, ἐπ᾽ ἄλλην δ᾽ ἄλλος ηὔθυνεν δόρυ.
412
τὰ πρῶτα μέν νυν ῥεῦμα Περσικοῦ στρατοῦ
413
ἀντεῖχεν: ὡς δὲ πλῆθος ἐν στενῷ νεῶν
414
ἤθροιστ᾽ ἀρωγὴ δ᾽ οὔτις ἀλλήλοις παρῆν,
415
αὐτοὶ δ᾽ ὑφ᾽ αὑτῶν ἐμβόλοις χαλκοστόμοις
416
παίοντ᾽, ἔθραυον πάντα κωπήρη στόλον,
417
Ἑλληνικαί τε νῆες οὐκ ἀφρασμόνως
418
κύκλῳ πέριξ ἔθεινον, ὑπτιοῦτο δὲ
419
σκάφη νεῶν, θάλασσα δ᾽ οὐκέτ᾽ ἦν ἰδεῖν,
420
ναυαγίων πλήθουσα καὶ φόνου βροτῶν.
421
ἀκταὶ δὲ νεκρῶν χοιράδες τ᾽ ἐπλήθυον,


Aeschylus. Aeschylus, with an English translation by Herbert Weir Smyth, Ph. D. in two volumes. 1.Persians. Cambridge. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd. 1926.
The Annenberg CPB/Project provided support for entering this text.
XML for this text provided by Trustees of Tufts University Perseus Project