Reading Mode Quiz Mode


422
φυγῇ δ᾽ ἀκόσμῳ πᾶσα ναῦς ἠρέσσετο,
423
ὅσαιπερ ἦσαν βαρβάρου στρατεύματος.
424
τοὶ δ᾽ ὥστε θύννους τιν᾽ ἰχθύων βόλον
425
ἀγαῖσι κωπῶν θραύμασίν τ᾽ ἐρειπίων
426
ἔπαιον, ἐρράχιζον: οἰμωγὴ δ᾽ ὁμοῦ
427
κωκύμασιν κατεῖχε πελαγίαν ἅλα,
428
ἕως κελαινῆς νυκτὸς ὄμμ᾽ ἀφείλετο.
429
κακῶν δὲ πλῆθος, οὐδ᾽ ἂν εἰ δέκ᾽ ἤματα
430
στοιχηγοροίην, οὐκ ἂν ἐκπλήσαιμί σοι.
431
εὖ γὰρ τόδ᾽ ἴσθι, μηδάμ᾽ ἡμέρᾳ μιᾷ
432
πλῆθος τοσουτάριθμον ἀνθρώπων θανεῖν.
Ἄτοσσα
433
αἰαῖ, κακῶν δὴ πέλαγος ἔρρωγεν μέγα
434
Πέρσαις τε καὶ πρόπαντι βαρβάρων γένει.
Ἄγγελος
435
εὖ νυν τόδ᾽ ἴσθι, μηδέπω μεσοῦν κακόν:
436
τοιάδ᾽ ἐπ᾽ αὐτοῖς ἦλθε συμφορὰ πάθους
437
ὡς τοῖσδε καὶ δὶς ἀντισηκῶσαι ῥοπῇ.
Ἄτοσσα
438
καὶ τίς γένοιτ᾽ ἂν τῆσδ᾽ ἔτ᾽ ἐχθίων τύχη;
439
λέξον τίν᾽ αὖ φὴς τήνδε συμφορὰν στρατῷ
440
ἐλθεῖν κακῶν ῥέπουσαν ἐς τὰ μάσσονα.
Ἄγγελος
441
Περσῶν ὅσοιπερ ἦσαν ἀκμαῖοι φύσιν,
442
ψυχήν τ᾽ ἄριστοι κεὐγένειαν ἐκπρεπεῖς,
443
αὐτῷ τ᾽ ἄνακτι πίστιν ἐν πρώτοις ἀεί,
444
τεθνᾶσιν αἰσχρῶς δυσκλεεστάτῳ μόρῳ.
Ἄτοσσα
445
οἲ ᾽γὼ τάλαινα συμφορᾶς κακῆς, φίλοι.
446
ποίῳ μόρῳ δὲ τούσδε φὴς ὀλωλέναι;
Ἄγγελος
447
νῆσός τις ἔστι πρόσθε Σαλαμῖνος τόπων,
448
βαιά, δύσορμος ναυσίν, ἣν φιλόχορος
449
Πὰν ἐμβατεύει, ποντίας ἀκτῆς ἔπι.
450
ἐνταῦθα πέμπει τούσδ᾽, ὅπως, ὅταν νεῶν
451
φθαρέντες ἐχθροὶ νῆσον ἐκσῳζοίατο,


Aeschylus. Aeschylus, with an English translation by Herbert Weir Smyth, Ph. D. in two volumes. 1.Persians. Cambridge. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd. 1926.
The Annenberg CPB/Project provided support for entering this text.
XML for this text provided by Trustees of Tufts University Perseus Project