Reading Mode Quiz Mode


452
κτείνοιεν εὐχείρωτον Ἑλλήνων στρατόν,
453
φίλους δ᾽ ὑπεκσῴζοιεν ἐναλίων πόρων,
454
κακῶς τὸ μέλλον ἱστορῶν. ὡς γὰρ θεὸς
455
ναῶν ἔδωκε κῦδος Ἕλλησιν μάχης,
456
αὐθημερὸν φράξαντες εὐχάλκοις δέμας
457
ὅπλοισι ναῶν ἐξέθρῳσκον: ἀμφὶ δὲ
458
κυκλοῦντο πᾶσαν νῆσον, ὥστ᾽ ἀμηχανεῖν
459
ὅποι τράποιντο. πολλὰ μὲν γὰρ ἐκ χερῶν
460
πέτροισιν ἠράσσοντο, τοξικῆς τ᾽ ἄπο
461
θώμιγγος ἰοὶ προσπίτνοντές ὤλλυσαν:
462
τέλος δ᾽ ἐφορμηθέντες ἐξ ἑνὸς ῥόθου
463
παίουσι, κρεοκοποῦσι δυστήνων μέλη,
464
ἕως ἁπάντων ἐξαπέφθειραν βίον.
465
Ξέρξης δ᾽ ἀνῴμωξεν κακῶν ὁρῶν βάθος:
466
ἕδραν γὰρ εἶχε παντὸς εὐαγῆ στρατοῦ,
467
ὑψηλὸν ὄχθον ἄγχι πελαγίας ἁλός:
468
ῥήξας δὲ πέπλους κἀνακωκύσας λιγύ,
469
πεζῷ παραγγείλας ἄφαρ στρατεύματι,
470
ἵησ᾽ ἀκόσμῳ ξὺν φυγῇ. τοιάνδε σοι
471
πρὸς τῇ πάροιθε συμφορὰν πάρα στένειν.
472
Ἄτοσσα
472
στυγνὲ δαῖμον, ὡς ἄρ᾽ ἔψευσας φρενῶν
473
Πέρσας: πικρὰν δὲ παῖς ἐμὸς τιμωρίαν
474
κλεινῶν Ἀθηνῶν ηὗρε, κοὐκ ἀπήρκεσαν
475
οὓς πρόσθε Μαραθὼν βαρβάρων ἀπώλεσεν:
476
ὧν ἀντίποινα παῖς ἐμὸς πράξειν δοκῶν
477
τοσόνδε πλῆθος πημάτων ἐπέσπασεν.
478
σὺ δ᾽ εἰπέ, ναῶν αἳ πεφεύγασιν μόρον,
479
ποῦ τάσδ᾽ ἔλειπες: οἶσθα σημῆναι τορῶς;
480
Ἄγγελος
480
ναῶν γε ταγοὶ τῶν λελειμμένων σύδην
481
κατ᾽ οὖρον οὐκ εὔκοσμον αἴρονται φυγήν:


Aeschylus. Aeschylus, with an English translation by Herbert Weir Smyth, Ph. D. in two volumes. 1.Persians. Cambridge. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd. 1926.
The Annenberg CPB/Project provided support for entering this text.
XML for this text provided by Trustees of Tufts University Perseus Project