Reading Mode Quiz Mode


482
στρατὸς δ᾽ λοιπὸς ἔν τε Βοιωτῶν χθονὶ
483
διώλλυθ᾽, οἱ μὲν ἀμφὶ κρηναῖον γάνος
484
δίψῃ πονοῦντες, οἱ δ᾽ ὑπ᾽ ἄσθματος κενοὶ
485
διεκπερῶμεν ἔς τε Φωκέων χθόνα
486
καὶ Δωρίδ᾽ αἶαν, Μηλιᾶ τε κόλπον, οὗ
487
Σπερχειὸς ἄρδει πεδίον εὐμενεῖ ποτῷ:
488
κἀντεῦθεν ἡμᾶς γῆς Ἀχαιίδος πέδον
489
καὶ Θεσσαλῶν πόλεις ὑπεσπανισμένους
490
βορᾶς ἐδέξαντ᾽: ἔνθα δὴ πλεῖστοι ᾽θάνον
491
δίψῃ τε λιμῷ τ᾽: ἀμφότερα γὰρ ἦν τάδε.
492
Μαγνητικὴν δὲ γαῖαν ἔς τε Μακεδόνων
493
χώραν ἀφικόμεσθ᾽, ἐπ᾽ Ἀξίου πόρον,
494
Βόλβης θ᾽ ἕλειον δόνακα, Πάγγαιόν τ᾽ ὄρος,
495
Ἠδωνίδ᾽ αἶαν: νυκτὶ δ᾽ ἐν ταύτῃ θεὸς
496
χειμῶν᾽ ἄωρον ὦρσε, πήγνυσιν δὲ πᾶν
497
ῥέεθρον ἁγνοῦ Στρυμόνος. θεοὺς δέ τις
498
τὸ πρὶν νομίζων οὐδαμοῦ τότ᾽ ηὔχετο
499
λιταῖσι, γαῖαν οὐρανόν τε προσκυνῶν.
500
ἐπεὶ δὲ πολλὰ θεοκλυτῶν ἐπαύσατο
501
στρατός, περᾷ κρυσταλλοπῆγα διὰ πόρον:
502
χὤστις μὲν ἡμῶν πρὶν σκεδασθῆναι θεοῦ
503
ἀκτῖνας ὡρμήθη, σεσωσμένος κυρεῖ.
504
φλέγων γὰρ αὐγαῖς λαμπρὸς ἡλίου κύκλος
505
μέσον πόρον διῆκε, θερμαίνων φλογί.
506
πῖπτον δ᾽ ἐπ᾽ ἀλλήλοισιν: ηὐτύχει δέ τοι
507
ὅστις τάχιστα πνεῦμ᾽ ἀπέρρηξεν βίου.
508
ὅσοι δὲ λοιποὶ κἄτυχον σωτηρίας,
509
Θρῄκην περάσαντες μόγις πολλῷ πόνῳ,
510
ἥκουσιν ἐκφυγόντες, οὐ πολλοί τινες,
511
ἐφ᾽ ἑστιοῦχον γαῖαν: ὡς στένειν πόλιν


Aeschylus. Aeschylus, with an English translation by Herbert Weir Smyth, Ph. D. in two volumes. 1.Persians. Cambridge. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd. 1926.
The Annenberg CPB/Project provided support for entering this text.
XML for this text provided by Trustees of Tufts University Perseus Project