Reading Mode Quiz Mode


512
Περσῶν, ποθοῦσαν φιλτάτην ἥβην χθονός.
513
ταῦτ᾽ ἔστ᾽ ἀληθῆ: πολλὰ δ᾽ ἐκλείπω λέγων
514
κακῶν Πέρσαις ἐγκατέσκηψεν θεός.
515
Χορός
515
δυσπόνητε δαῖμον, ὡς ἄγαν βαρὺς
516
ποδοῖν ἐνήλου παντὶ Περσικῷ γένει.
Ἄτοσσα
517
οἲ ᾽γὼ τάλαινα διαπεπραγμένου στρατοῦ:
518
νυκτὸς ὄψις ἐμφανὴς ἐνυπνίων,
519
ὡς κάρτα μοι σαφῶς ἐδήλωσας κακά.
520
ὑμεῖς δὲ φαύλως αὔτ᾽ ἄγαν ἐκρίνατε.
521
ὅμως δ᾽, ἐπειδὴ τῇδ᾽ ἐκύρωσεν φάτις
522
ὑμῶν, θεοῖς μὲν πρῶτον εὔξασθαι θέλω:
523
ἔπειτα Γῇ τε καὶ φθιτοῖς δωρήματα
524
ἥξω λαβοῦσα πέλανον ἐξ οἴκων ἐμῶν,—
525
ἐπίσταμαι μὲν ὡς ἐπ᾽ ἐξειργασμένοις,
526
ἀλλ᾽ ἐς τὸ λοιπὸν εἴ τι δὴ λῷον πέλοι.
527
ὑμᾶς δὲ χρὴ ᾽πὶ τοῖσδε τοῖς πεπραγμένοις
528
πιστοῖσι πιστὰ ξυμφέρειν βουλεύματα:
529
καὶ παῖδ᾽, ἐάν περ δεῦρ᾽ ἐμοῦ πρόσθεν μόλῃ,
530
παρηγορεῖτε, καὶ προπέμπετ᾽ ἐς δόμους,
531
μὴ καί τι πρὸς κακοῖσι προσθῆται κακόν.
532
Χορός
532
Ζεῦ βασιλεῦ, νῦν <γὰρ> Περσῶν
533
τῶν μεγαλαύχων καὶ πολυάνδρων
534
στρατιὰν ὀλέσας
535
ἄστυ τὸ Σούσων ἠδ᾽ Ἀγβατάνων
536
πένθει δνοφερῷ κατέκρυψας:
537
πολλαὶ δ᾽ ἀταλαῖς χερσὶ καλύπτρας
538
κατερεικόμεναι
539
διαμυδαλέοις δάκρυσι κόλπους
540
τέγγουσ᾽, ἄλγους μετέχουσαι.
541
αἱ δ᾽ ἁβρόγοοι Περσίδες ἀνδρῶν


Aeschylus. Aeschylus, with an English translation by Herbert Weir Smyth, Ph. D. in two volumes. 1.Persians. Cambridge. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd. 1926.
The Annenberg CPB/Project provided support for entering this text.
XML for this text provided by Trustees of Tufts University Perseus Project