Reading Mode Quiz Mode


602
τὸν αὐτὸν αἰεὶ δαίμον᾽ οὐριεῖν τύχην.
603
ἐμοὶ γὰρ ἤδη πάντα μὲν φόβου πλέα
604
ἐν ὄμμασιν τἀνταῖα φαίνεται θεῶν,
605
βοᾷ δ᾽ ἐν ὠσὶ κέλαδος οὐ παιώνιος:
606
τοία κακῶν ἔκπληξις ἐκφοβεῖ φρένας.
607
τοιγὰρ κέλευθον τήνδ᾽ ἄνευ τ᾽ ὀχημάτων
608
χλιδῆς τε τῆς πάροιθεν ἐκ δόμων πάλιν
609
ἔστειλα, παιδὸς πατρὶ πρευμενεῖς χοὰς
610
φέρουσ᾽, ἅπερ νεκροῖσι μειλικτήρια,
611
βοός τ᾽ ἀφ᾽ ἁγνῆς λευκὸν εὔποτον γάλα,
612
τῆς τ᾽ ἀνθεμουργοῦ στάγμα, παμφαὲς μέλι,
613
λιβάσιν ὑδρηλαῖς παρθένου πηγῆς μέτα,
614
ἀκήρατόν τε μητρὸς ἀγρίας ἄπο
615
ποτὸν παλαιᾶς ἀμπέλου γάνος τόδε:
616
τῆς τ᾽ αἰὲν ἐν φύλλοισι θαλλούσης βίον
617
ξανθῆς ἐλαίας καρπὸς εὐώδης πάρα,
618
ἄνθη τε πλεκτά, παμφόρου γαίας τέκνα,
619
ἀλλ᾽, φίλοι, χοαῖσι ταῖσδε νερτέρων
620
ὕμνους ἐπευφημεῖτε, τόν τε δαίμονα
621
Δαρεῖον ἀνακαλεῖσθε, γαπότους δ᾽ ἐγὼ
622
τιμὰς προπέμψω τάσδε νερτέροις θεοῖς.
623
Χορός
623
βασίλεια γύναι, πρέσβος Πέρσαις,
624
σύ τε πέμπε χοὰς θαλάμους ὑπὸ γῆς,
625
ἡμεῖς θ᾽ ὕμνοις αἰτησόμεθα
626
φθιμένων πομποὺς
627
εὔφρονας εἶναι κατὰ γαίας.
628
ἀλλά, χθόνιοι δαίμονες ἁγνοί,
629
Γῆ τε καὶ Ἑρμῆ, βασιλεῦ τ᾽ ἐνέρων,
630
πέμψατ᾽ ἔνερθεν ψυχὴν ἐς φῶς:
631
εἰ γάρ τι κακῶν ἄκος οἶδε πλέον,


Aeschylus. Aeschylus, with an English translation by Herbert Weir Smyth, Ph. D. in two volumes. 1.Persians. Cambridge. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd. 1926.
The Annenberg CPB/Project provided support for entering this text.
XML for this text provided by Trustees of Tufts University Perseus Project