Reading Mode Quiz Mode


strophe3
662
φάλαρον πιφαύσκων.
strophe3
663
βάσκε πάτερ ἄκακε Δαριάν, οἶ.
strophe3
664
antistrophe3
Χορός
antistrophe3
664
ὅπως αἰανῆ κλύῃς
antistrophe3
665
νέα τ᾽ ἄχη,
antistrophe3
666
δέσποτα δεσπότου φάνηθι.
antistrophe3
667
Στυγία γάρ τις ἐπ᾽ ἀχλὺς πεπόταται:
antistrophe3
668
νεολαία γὰρ ἤδη
antistrophe3
670
κατὰ πᾶσ᾽ ὄλωλεν.
antistrophe3
671
βάσκε πάτερ ἄκακε Δαριάν, οἶ.
antistrophe3
673
Χορός
672
αἰαῖ αἰαῖ:
673
πολύκλαυτε φίλοισι θανών,
675
†τί τάδε δυνάτα δυνάτα
676
περὶ τᾷ σᾷ δίδυμα [ διαγόεν ] ἁμάρτια;
677
πᾶσαι γᾷ τᾷδ᾽
678
ἐξέφθινται τρίσκαλμοι
680
νᾶες ἄναες ἄναες.
681
Εἴδωλον Δαρείου
681
πιστὰ πιστῶν ἥλικές θ᾽ ἥβης ἐμῆς
682
Πέρσαι γεραιοί, τίνα πόλις πονεῖ πόνον;
683
στένει, κέκοπται, καὶ χαράσσεται πέδον.
684
λεύσσων δ᾽ ἄκοιτιν τὴν ἐμὴν τάφου πέλας
685
ταρβῶ, χοὰς δὲ πρευμενὴς ἐδεξάμην.
686
ὑμεῖς δὲ θρηνεῖτ᾽ ἐγγὺς ἑστῶτες τάφου
687
καὶ ψυχαγωγοῖς ὀρθιάζοντες γόοις
688
οἰκτρῶς καλεῖσθέ μ᾽: ἐστὶ δ᾽ οὐκ εὐέξοδον,
689
ἄλλως τε πάντως χοἰ κατὰ χθονὸς θεοὶ
690
λαβεῖν ἀμείνους εἰσὶν μεθιέναι.
691
ὅμως δ᾽ ἐκείνοις ἐνδυναστεύσας ἐγὼ
692
ἥκω. τάχυνε δ᾽ ὡς ἄμεμπτος χρόνου.
693
τί ἐστι Πέρσαις νεοχμὸν ἐμβριθὲς κακόν:
694
strophe1
Χορός
strophe1
694
σέβομαι μὲν προσιδέσθαι,


Aeschylus. Aeschylus, with an English translation by Herbert Weir Smyth, Ph. D. in two volumes. 1.Persians. Cambridge. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd. 1926.
The Annenberg CPB/Project provided support for entering this text.
XML for this text provided by Trustees of Tufts University Perseus Project