Reading Mode Quiz Mode


205
σπεύδοντες, ὡς Ζεὺς μήποτ᾽ ἄρξειεν θεῶν,
206
ἐνταῦθ᾽ ἐγὼ τὰ λῷστα βουλεύων πιθεῖν
207
Τιτᾶνας, Οὐρανοῦ τε καὶ Χθονὸς τέκνα,
208
οὐκ ἠδυνήθην. αἱμύλας δὲ μηχανὰς
209
ἀτιμάσαντες καρτεροῖς φρονήμασιν
210
ᾤοντ᾽ ἀμοχθεὶ πρὸς βίαν τε δεσπόσειν:
211
ἐμοὶ δὲ μήτηρ οὐχ ἅπαξ μόνον Θέμις,
212
καὶ Γαῖα, πολλῶν ὀνομάτων μορφὴ μία,
213
τὸ μέλλον κραίνοιτο προυτεθεσπίκει,
214
ὡς οὐ κατ᾽ ἰσχὺν οὐδὲ πρὸς τὸ καρτερόν
215
χρείη, δόλῳ δὲ τοὺς ὑπερσχόντας κρατεῖν.
216
τοιαῦτ᾽ ἐμοῦ λόγοισιν ἐξηγουμένου
217
οὐκ ἠξίωσαν οὐδὲ προσβλέψαι τὸ πᾶν.
218
κράτιστα δή μοι τῶν παρεστώτων τότε
219
ἐφαίνετ᾽ εἶναι προσλαβόντα μητέρα
220
ἑκόνθ᾽ ἑκόντι Ζηνὶ συμπαραστατεῖν.
221
ἐμαῖς δὲ βουλαῖς Ταρτάρου μελαμβαθὴς
222
κευθμὼν καλύπτει τὸν παλαιγενῆ Κρόνον
223
αὐτοῖσι συμμάχοισι. τοιάδ᾽ ἐξ ἐμοῦ
224
τῶν θεῶν τύραννος ὠφελημένος
225
κακαῖσι ποιναῖς ταῖσδὲ μ᾽ ἐξημείψατο.
226
ἔνεστι γάρ πως τοῦτο τῇ τυραννίδι
227
νόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι.
228
δ᾽ οὖν ἐρωτᾶτ᾽, αἰτίαν καθ᾽ ἥντινα
229
αἰκίζεταί με, τοῦτο δὴ σαφηνιῶ.
230
ὅπως τάχιστα τὸν πατρῷον ἐς θρόνον
231
καθέζετ᾽, εὐθὺς δαίμοσιν νέμει γέρα
232
ἄλλοισιν ἄλλα καὶ διεστοιχίζετο
233
ἀρχήν: βροτῶν δὲ τῶν ταλαιπώρων λόγον
234
οὐκ ἔσχεν οὐδέν᾽, ἀλλ᾽ ἀιστώσας γένος


Aeschylus. Aeschylus, with an English translation by Herbert Weir Smyth, Ph. D. in two volumes. 1.Prometheus. Cambridge. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd. 1926.
The Annenberg CPB/Project provided support for entering this text.
XML for this text provided by Trustees of Tufts University Perseus Project