Reading Mode Quiz Mode


646
Δίκη δ᾽ ἄρ᾽ εἶναί φησιν, ὡς τὰ γράμματα
647
λέγεικατάξω δ᾽ ἄνδρα τόνδε καὶ πόλιν
648
ἕξει πατρῴων δωμάτων τ᾽ ἐπιστροφάς.”
649
τοιαῦτ᾽ ἐκείνων ἐστὶ τἀξευρήματα.
650
[ σὺ δ᾽ αὐτὸς ἤδη γνῶθι τίνα πέμπειν δοκεῖ:]
651
ὡς οὔποτ᾽ ἀνδρὶ τῷδε κηρυκευμάτων
652
μέμψῃ, σὺ δ᾽ αὐτὸς γνῶθι ναυκληρεῖν πόλιν.
Ἐτεοκλής
653
θεομανές τε καὶ θεῶν μέγα στύγος,
655
πανδάκρυτον ἁμὸν Οἰδίπου γένος:
656
ὤμοι, πατρὸς δὴ νῦν ἀραὶ τελεσφόροι.
657
ἀλλ᾽ οὔτε κλαίειν οὔτ᾽ ὀδύρεσθαι πρέπει,
658
μὴ καὶ τεκνωθῇ δυσφορώτερος γόος.
659
ἐπωνύμῳ δὲ κάρτα, Πολυνείκει λέγω,
660
τάχ᾽ εἰσόμεσθα τοὐπίσημ᾽ ὅποι τελεῖ,
660
εἴ νιν κατάξει χρυσότευκτα γράμματα
661
ἐπ᾽ ἀσπίδος φλύοντα σὺν φοίτῳ φρενῶν.
662
εἰ δ᾽ Διὸς παῖς παρθένος Δίκη παρῆν
663
ἔργοις ἐκείνου καὶ φρεσίν, τάχ᾽ ἂν τόδ᾽ ἦν:
664
ἀλλ᾽ οὔτε νιν φυγόντα μητρόθεν σκότον,
665
οὔτ᾽ ἐν τροφαῖσιν, οὔτ᾽ ἐφηβήσαντά πω,
666
οὔτ᾽ ἐν γενείου ξυλλογῇ τριχώματος,
667
Δίκη προσεῖδε καὶ κατηξιώσατο:
668
οὐδ᾽ ἐν πατρῴας μὴν χθονὸς κακουχίᾳ
669
οἶμαί νιν αὐτῷ νῦν παραστατεῖν πέλας.
670
δῆτ᾽ ἂν εἴη πανδίκως ψευδώνυμος
671
Δίκη, ξυνοῦσα φωτὶ παντόλμῳ φρένας.
672
τούτοις πεποιθὼς εἶμι καὶ ξυστήσομαι
673
αὐτός: τίς ἄλλος μᾶλλον ἐνδικώτερος;
674
ἄρχοντί τ᾽ ἄρχων καὶ κασιγνήτῳ κάσις,
675
ἐχθρὸς σὺν ἐχθρῷ στήσομαι. φέρ᾽ ὡς τάχος


Aeschylus. Aeschylus, with an English translation by Herbert Weir Smyth, Ph. D. in two volumes. 1.Seven Against Thebes. Cambridge. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd. 1926.
The Annenberg CPB/Project provided support for entering this text.
XML for this text provided by Trustees of Tufts University Perseus Project