Reading Mode Quiz Mode


Φύλαξ
1
θεοὺς μὲν αἰτῶ τῶνδ᾽ ἀπαλλαγὴν πόνων
2
φρουρᾶς ἐτείας μῆκος, ἣν κοιμώμενος
3
στέγαις Ἀτρειδῶν ἄγκαθεν, κυνὸς δίκην,
4
ἄστρων κάτοιδα νυκτέρων ὁμήγυριν,
5
καὶ τοὺς φέροντας χεῖμα καὶ θέρος βροτοῖς
6
λαμπροὺς δυνάστας, ἐμπρέποντας αἰθέρι
7
[ἀστέρας, ὅταν φθίνωσιν, ἀντολάς τε τῶν].
8
καὶ νῦν φυλάσσω λαμπάδος τό σύμβολον,
9
αὐγὴν πυρὸς φέρουσαν ἐκ Τροίας φάτιν
10
ἁλώσιμόν τε βάξιν: ὧδε γὰρ κρατεῖ
11
γυναικὸς ἀνδρόβουλον ἐλπίζον κέαρ.
12
εὖτ᾽ ἂν δὲ νυκτίπλαγκτον ἔνδροσόν τ᾽ ἔχω
13
εὐνὴν ὀνείροις οὐκ ἐπισκοπουμένην
14
ἐμήν: φόβος γὰρ ἀνθ᾽ ὕπνου παραστατεῖ,
15
τὸ μὴ βεβαίως βλέφαρα συμβαλεῖν ὕπνῳ:
16
ὅταν δ᾽ ἀείδειν μινύρεσθαι δοκῶ,
17
ὕπνου τόδ᾽ ἀντίμολπον ἐντέμνων ἄκος,
18
κλαίω τότ᾽ οἴκου τοῦδε συμφορὰν στένων
19
οὐχ ὡς τὰ πρόσθ᾽ ἄριστα διαπονουμένου.
20
νῦν δ᾽ εὐτυχὴς γένοιτ᾽ ἀπαλλαγὴ πόνων
21
εὐαγγέλου φανέντος ὀρφναίου πυρός.
22
χαῖρε λαμπτὴρ νυκτός, ἡμερήσιον
23
φάος πιφαύσκων καὶ χορῶν κατάστασιν
24
πολλῶν ἐν Ἄργει, τῆσδε συμφορᾶς χάριν.
25
ἰοὺ ἰού.
26
Ἀγαμέμνονος γυναικὶ σημαίνω τορῶς
27
εὐνῆς ἐπαντείλασαν ὡς τάχος δόμοις
28
ὀλολυγμὸν εὐφημοῦντα τῇδε λαμπάδι
29
ἐπορθιάζειν, εἴπερ Ἰλίου πόλις
30
ἑάλωκεν, ὡς φρυκτὸς ἀγγέλλων πρέπει:


Aeschylus. Aeschylus, with an English translation by Herbert Weir Smyth, Ph. D. in two volumes. 2.Agamemnon. Cambridge. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd. 1926.
XML for this text provided by Trustees of Tufts University Medford, MA