Reading Mode Quiz Mode


1224
λέοντ᾽ ἄναλκιν ἐν λέχει στρωφώμενον
1225
οἰκουρόν, οἴμοι, τῷ μολόντι δεσπότῃ
1226
ἐμῷ: φέρειν γὰρ χρὴ τὸ δούλιον ζυγόν:
1227
νεῶν τ᾽ ἄπαρχος Ἰλίου τ᾽ ἀναστάτης
1228
οὐκ οἶδεν οἷα γλῶσσα μισητῆς κυνὸς
1229
λείξασα κἀκτείνασα φαιδρὸν οὖς, δίκην
1230
Ἄτης λαθραίου, τεύξεται κακῇ τύχῃ.
1231
τοιάδε τόλμα: θῆλυς ἄρσενος φονεὺς
1232
ἔστιν. τί νιν καλοῦσα δυσφιλὲς δάκος
1233
τύχοιμ᾽ ἄν; ἀμφίσβαιναν, Σκύλλαν τινὰ
1234
οἰκοῦσαν ἐν πέτραισι, ναυτίλων βλάβην,
1235
θύουσαν Ἅιδου μητέρ᾽ ἄσπονδόν τ᾽ Ἄρη
1236
φίλοις πνέουσαν; ὡς δ᾽ ἐπωλολύξατο
1237
παντότολμος, ὥσπερ ἐν μάχης τροπῇ,
1238
δοκεῖ δὲ χαίρειν νοστίμῳ σωτηρίᾳ.
1239
καὶ τῶνδ᾽ ὅμοιον εἴ τι μὴ πείθω: τί γάρ;
1240
τὸ μέλλον ἥξει. καὶ σύ μ᾽ ἐν τάχει παρὼν
1241
ἄγαν γ᾽ ἀληθόμαντιν οἰκτίρας ἐρεῖς.
1242
Χορός
1242
τὴν μὲν Θυέστου δαῖτα παιδείων κρεῶν
1243
ξυνῆκα καὶ πέφρικα, καὶ φόβος μ᾽ ἔχει
1244
κλύοντ᾽ ἀληθῶς οὐδὲν ἐξῃκασμένα.
1245
τὰ δ᾽ ἄλλ᾽ ἀκούσας ἐκ δρόμου πεσὼν τρέχω.
Κασάνδρα
1246
Ἀγαμέμνονός σέ φημ᾽ ἐπόψεσθαι μόρον.
Χορός
1247
εὔφημον, τάλαινα, κοίμησον στόμα.
Κασάνδρα
1248
ἀλλ᾽ οὔτι παιὼν τῷδ᾽ ἐπιστατεῖ λόγῳ.
Χορός
1249
οὔκ, εἴπερ ἔσται γ᾽: ἀλλὰ μὴ γένοιτό πως.
Κασάνδρα
1250
σὺ μὲν κατεύχῃ, τοῖς δ᾽ ἀποκτείνειν μέλει.
Χορός
1251
τίνος πρὸς ἀνδρὸς τοῦτ᾽ ἄγος πορσύνεται;
Κασάνδρα
1252
κάρτα τἄρ᾽ ἂν παρεκόπης χρησμῶν ἐμῶν
Χορός
1253
τοῦ γὰρ τελοῦντος οὐ ξυνῆκα μηχανήν.


Aeschylus. Aeschylus, with an English translation by Herbert Weir Smyth, Ph. D. in two volumes. 2.Agamemnon. Cambridge. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd. 1926.
XML for this text provided by Trustees of Tufts University Medford, MA