Reading Mode Quiz Mode


Κασάνδρα
1254
καὶ μὴν ἄγαν γ᾽ Ἕλλην᾽ ἐπίσταμαι φάτιν.
Χορός
1255
καὶ γὰρ τὰ πυθόκραντα: δυσμαθῆ δ᾽ ὅμως.
Κασάνδρα
1256
παπαῖ, οἷον τὸ πῦρ: ἐπέρχεται δέ μοι.
1257
ὀτοτοῖ, Λύκει᾽ Ἄπολλον, οἲ ἐγὼ ἐγώ.
1258
αὕτη δίπους λέαινα συγκοιμωμένη
1259
λύκῳ, λέοντος εὐγενοῦς ἀπουσίᾳ,
1260
κτενεῖ με τὴν τάλαιναν: ὡς δὲ φάρμακον
1261
τεύχουσα κἀμοῦ μισθὸν ἐνθήσειν κότῳ
1262
ἐπεύχεται, θήγουσα φωτὶ φάσγανον
1263
ἐμῆς ἀγωγῆς ἀντιτείσασθαι φόνον.
1264
τί δῆτ᾽ ἐμαυτῆς καταγέλωτ᾽ ἔχω τάδε,
1265
καὶ σκῆπτρα καὶ μαντεῖα περὶ δέρῃ στέφη;
1266
σὲ μὲν πρὸ μοίρας τῆς ἐμῆς διαφθερῶ.
1267
ἴτ᾽ ἐς φθόρον: πεσόντα γ᾽ ὧδ᾽ ἀμείβομαι.
1268
ἄλλην τιν᾽ ἄτης ἀντ᾽ ἐμοῦ πλουτίζετε.
1269
ἰδοὺ δ᾽ Ἀπόλλων αὐτὸς ἐκδύων ἐμὲ
1270
χρηστηρίαν ἐσθῆτ᾽, ἐποπτεύσας δέ με
1271
κἀν τοῖσδε κόσμοις καταγελωμένην μέγα
1272
φίλων ὑπ᾽ ἐχθρῶν οὐ διχορρόπως, μάτην
1273
καλουμένη δὲ φοιτὰς ὡς ἀγύρτρια
1274
πτωχὸς τάλαινα λιμοθνὴς ἠνεσχόμην
1275
καὶ νῦν μάντις μάντιν ἐκπράξας ἐμὲ
1276
ἀπήγαγ᾽ ἐς τοιάσδε θανασίμους τύχας.
1277
βωμοῦ πατρῴου δ᾽ ἀντ᾽ ἐπίξηνον μένει,
1278
θερμῷ κοπείσης φοινίῳ προσφάγματι.
1279
οὐ μὴν ἄτιμοί γ᾽ ἐκ θεῶν τεθνήξομεν.
1280
ἥξει γὰρ ἡμῶν ἄλλος αὖ τιμάορος,
1281
μητροκτόνον φίτυμα, ποινάτωρ πατρός:
1282
φυγὰς δ᾽ ἀλήτης τῆσδε γῆς ἀπόξενος
1283
κάτεισιν, ἄτας τάσδε θριγκώσων φίλοις:


Aeschylus. Aeschylus, with an English translation by Herbert Weir Smyth, Ph. D. in two volumes. 2.Agamemnon. Cambridge. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd. 1926.
XML for this text provided by Trustees of Tufts University Medford, MA