Reading Mode Quiz Mode


Χορός
1344
σῖγα: τίς πληγὴν ἀυτεῖ καιρίως οὐτασμένος;
1345
Ἀγαμέμνων
1345
ὤμοι μάλ᾽ αὖθις, δευτέραν πεπληγμένος.
1346
Χορός
1346
τοὔργον εἰργάσθαι δοκεῖ μοι βασιλέως οἰμώγμασιν.
1347
ἀλλὰ κοινωσώμεθ᾽ ἤν πως ἀσφαλῆ βουλεύματα.
1348
1348
1348
ἐγὼ μὲν ὑμῖν τὴν ἐμὴν γνώμην λέγω,
1349
πρὸς δῶμα δεῦρ᾽ ἀστοῖσι κηρύσσειν βοήν.—
1350
ἐμοὶ δ᾽ ὅπως τάχιστά γ᾽ ἐμπεσεῖν δοκεῖ
1351
καὶ πρᾶγμ᾽ ἐλέγχειν σὺν νεορρύτῳ ξίφει.—
1352
κἀγὼ τοιούτου γνώματος κοινωνὸς ὢν
1353
ψηφίζομαί τι δρᾶν: τὸ μὴ μέλλειν δ᾽ ἀκμή.—
1354
ὁρᾶν πάρεστι: φροιμιάζονται γὰρ ὡς
1355
τυραννίδος σημεῖα πράσσοντες πόλει.—
1356
χρονίζομεν γάρ. οἱ δὲ τῆς μελλοῦς κλέος
1357
πέδοι πατοῦντες οὐ καθεύδουσιν χερί.—
1358
οὐκ οἶδα βουλῆς ἧστινος τυχὼν λέγω.
1359
τοῦ δρῶντός ἐστι καὶ τὸ βουλεῦσαι πέρι.—
1360
κἀγὼ τοιοῦτός εἰμ᾽, ἐπεὶ δυσμηχανῶ
1361
λόγοισι τὸν θανόντ᾽ ἀνιστάναι πάλιν.—
1362
καὶ βίον τείνοντες ὧδ᾽ ὑπείξομεν
1363
δόμων καταισχυντῆρσι τοῖσδ᾽ ἡγουμένοις;—
1364
ἀλλ᾽ οὐκ ἀνεκτόν,ἀλλὰ κατθανεῖν κρατεῖ:
1365
πεπαιτέρα γὰρ μοῖρα τῆς τυραννίδος.—
1366
γὰρ τεκμηρίοισιν ἐξ οἰμωγμάτων
1367
μαντευσόμεσθα τἀνδρὸς ὡς ὀλωλότος;—
1368
σάφ᾽ εἰδότας χρὴ τῶνδε θυμοῦσθαι πέρι:
1369
τὸ γὰρ τοπάζειν τοῦ σάφ᾽ εἰδέναι δίχα.—
1370
ταύτην ἐπαινεῖν πάντοθεν πληθύνομαι,
1371
τρανῶς Ἀτρείδην εἰδέναι κυροῦνθ᾽ ὅπως.
Κλυταιμήστρα
1372
πολλῶν πάροιθεν καιρίως εἰρημένων
1373
τἀναντί᾽ εἰπεῖν οὐκ ἐπαισχυνθήσομαι.


Aeschylus. Aeschylus, with an English translation by Herbert Weir Smyth, Ph. D. in two volumes. 2.Agamemnon. Cambridge. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd. 1926.
XML for this text provided by Trustees of Tufts University Medford, MA