Reading Mode Quiz Mode


1432
μὰ τὴν τέλειον τῆς ἐμῆς παιδὸς Δίκην,
1433
Ἄτην Ἐρινύν θ᾽, αἷσι τόνδ᾽ ἔσφαξ᾽ ἐγώ,
1434
οὔ μοι φόβου μέλαθρον ἐλπὶς ἐμπατεῖ,
1435
ἕως ἂν αἴθῃ πῦρ ἐφ᾽ ἑστίας ἐμῆς
1436
Αἴγισθος, ὡς τὸ πρόσθεν εὖ φρονῶν ἐμοί.
1437
οὗτος γὰρ ἡμῖν ἀσπὶς οὐ σμικρὰ θράσους.
1438
κεῖται γυναικὸς τῆσδε λυμαντήριος,
1439
Χρυσηίδων μείλιγμα τῶν ὑπ᾽ Ἰλίῳ:
1440
τ᾽ αἰχμάλωτος ἥδε καὶ τερασκόπος
1441
καὶ κοινόλεκτρος τοῦδε, θεσφατηλόγος
1442
πιστὴ ξύνευνος, ναυτίλων δὲ σελμάτων
1443
ἰσοτριβής. ἄτιμα δ᾽ οὐκ ἐπραξάτην.
1444
μὲν γὰρ οὕτως, δέ τοι κύκνου δίκην
1445
τὸν ὕστατον μέλψασα θανάσιμον γόον
1446
κεῖται, φιλήτωρ τοῦδ᾽: ἐμοὶ δ᾽ ἐπήγαγεν
1447
εὐνῆς παροψώνημα τῆς ἐμῆς χλιδῆς.
1448
strophe1
Χορός
strophe1
1448
φεῦ, τίς ἂν ἐν τάχει, μὴ περιώδυνος,
strophe1
1449
μηδὲ δεμνιοτήρης,
strophe1
1450
μόλοι τὸν αἰεὶ φέρουσ᾽ ἐν ἡμῖν
strophe1
1451
Μοῖρ᾽ ἀτέλευτον ὕπνον, δαμέντος
strophe1
1452
φύλακος εὐμενεστάτου [καὶ]
strophe1
1453
πολλὰ τλάντος γυναικὸς διαί:
strophe1
1454
πρὸς γυναικὸς δ᾽ ἀπέφθισεν βίον.
ephymn.1
Χορός
ephymn.1
1455
ἰὼ <ἰὼ> παράνους Ἑλένα
ephymn.1
1456
μία τὰς πολλάς, τάς πάνυ πολλὰς
ephymn.1
1457
ψυχὰς ὀλέσασ᾽ ὑπὸ Τροίᾳ.
ephymn.1
1458
νῦν [δὲ] τελέαν πολύμναστον ἐπηνθίσω
ephymn.1
1460
δι᾽ αἷμ᾽ ἄνιπτον. τις ἦν τότ᾽ ἐν δόμοις
ephymn.1
1461
ἔρις ἐρίδματος ἀνδρὸς οἰζύς.
Κλυταιμήστρα
1462
μηδὲν θανάτου μοῖραν ἐπεύχου


Aeschylus. Aeschylus, with an English translation by Herbert Weir Smyth, Ph. D. in two volumes. 2.Agamemnon. Cambridge. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd. 1926.
XML for this text provided by Trustees of Tufts University Medford, MA