Reading Mode Quiz Mode


1584
πατέρα Θυέστην τὸν ἐμόν, ὡς τορῶς φράσαι,
1585
αὑτοῦ δ᾽ ἀδελφόν, ἀμφίλεκτος ὢν κράτει,
1586
ἠνδρηλάτησεν ἐκ πόλεώς τε καὶ δόμων.
1587
καὶ προστρόπαιος ἑστίας μολὼν πάλιν
1588
τλήμων Θυέστης μοῖραν ηὕρετ᾽ ἀσφαλῆ,
1589
τὸ μὴ θανὼν πατρῷον αἱμάξαι πέδον,
1590
αὐτός: ξένια δὲ τοῦδε δύσθεος πατὴρ
1591
Ἀτρεύς, προθύμως μᾶλλον φίλως, πατρὶ
1592
τὠμῷ, κρεουργὸν ἦμαρ εὐθύμως ἄγειν
1593
δοκῶν, παρέσχε δαῖτα παιδείων κρεῶν.
1594
τὰ μὲν ποδήρη καὶ χερῶν ἄκρους κτένας
1595
ἔθρυπτ᾽, ἄνωθεν . . . . .
1596
1597
. . .ἀνδρακὰς καθήμενος.
1598
ἄσημα δ᾽ αὐτῶν αὐτίκ᾽ ἀγνοίᾳ λαβὼν
1599
ἔσθει βορὰν ἄσωτον, ὡς ὁρᾷς, γένει.
1600
κἄπειτ᾽ ἐπιγνοὺς ἔργον οὐ καταίσιον
1601
ᾤμωξεν, ἀμπίπτει δ᾽ ἀπὸ σφαγὴν ἐρῶν,
1600
μόρον δ᾽ ἄφερτον Πελοπίδαις ἐπεύχεται,
1601
λάκτισμα δείπνου ξυνδίκως τιθεὶς ἀρᾷ,
1602
οὕτως ὀλέσθαι πᾶν τὸ Πλεισθένους γένος.
1603
ἐκ τῶνδέ σοι πεσόντα τόνδ᾽ ἰδεῖν πάρα.
1604
κἀγὼ δίκαιος τοῦδε τοῦ φόνου ῥαφεύς.
1605
τρίτον γὰρ ὄντα μ᾽ ἐπὶ δυσαθλίῳ πατρὶ
1606
συνεξελαύνει τυτθὸν ὄντ᾽ ἐν σπαργάνοις:
1607
τραφέντα δ᾽ αὖθις δίκη κατήγαγεν.
1608
καὶ τοῦδε τἀνδρὸς ἡψάμην θυραῖος ὤν,
1609
πᾶσαν συνάψας μηχανὴν δυσβουλίας.
1610
οὕτω καλὸν δὴ καὶ τὸ κατθανεῖν ἐμοί,
1611
ἰδόντα τοῦτον τῆς δίκης ἐν ἕρκεσιν.


Aeschylus. Aeschylus, with an English translation by Herbert Weir Smyth, Ph. D. in two volumes. 2.Agamemnon. Cambridge. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd. 1926.
XML for this text provided by Trustees of Tufts University Medford, MA