Reading Mode Quiz Mode


strophe3
820
δωμάτων λυτήριον,
strophe3
821
θῆλυν οὐριοστάταν οὐδ᾽
strophe3
822
ὀξύκρεκτον γοα-
strophe3
823
τᾶν νόμον θήσομεν: “ πλεῖ τάδ᾽ εὖ:
strophe3
825
ἐμὸν ἐμὸν κέρδος αὔξεται τόδ᾽: -
strophe3
826
τα δ᾽ ἀποστατεῖ φίλων.”
strophe3
827
ephymn3
Χορός
ephymn3
827
σὺ δὲ θαρσῶν, ὅταν ἥκῃ μέρος ἔργων,
ephymn3
828
ἐπαΰσας πατρὸς αὐδὰν
ephymn3
829
θροούσᾳ [ πρὸς σὲ] τέκνον [ πατρὸς αὐδὰν]
ephymn3
830
[ καὶ] πέραιν᾽ ἀνεπίμομφον ἄταν.
ephymn3
831
antistrophe3
Χορός
antistrophe3
831
Περσέως τ᾽ ἐν φρεσὶν
antistrophe3
832
καρδίαν ἀνασχεθών,
antistrophe3
833
τοῖς θ᾽ ὑπὸ χθονὸς φίλοισιν,
antistrophe3
834
τοῖς τ᾽ ἄνωθεν πρόπρασ-
antistrophe3
835
σε χάριν ὀργᾶς λυγρᾶς, ἔνδοθεν
antistrophe3
836
φόνιον ἄταν τιθείς, τὸν αἴτιον δ᾽
antistrophe3
837
ἐξαπολλύων μόρου.
antistrophe3
838
Αἴγισθος
838
ἥκω μὲν οὐκ ἄκλητος, ἀλλ᾽ ὑπάγγελος:
839
νέαν φάτιν δὲ πεύθομαι λέγειν τινὰς
840
ξένους μολόντας οὐδαμῶς ἐφίμερον,
841
μόρον δ᾽ Ὀρέστου. καὶ τόδ᾽ ἀμφέρειν δόμοις
842
γένοιτ᾽ ἂν ἄχθος δειματοσταγὲς φόνῳ
843
τῷ πρόσθεν ἑλκαίνουσι καὶ δεδηγμένοις.
844
πῶς ταῦτ᾽ ἀληθῆ καὶ βλέποντα δοξάσω;
845
πρὸς γυναικῶν δειματούμενοι λόγοι
846
πεδάρσιοι θρῴσκουσι, θνῄσκοντες μάτην;
847
τί τῶνδ᾽ ἂν εἴποις ὥστε δηλῶσαι φρενί;
Χορός
848
ἠκούσαμεν μέν, πυνθάνου δὲ τῶν ξένων
849
ἔσω παρελθών. οὐδὲν ἀγγέλων σθένος
850
ὡς αὐτὸν αὐτῶν ἄνδρα πεύθεσθαι πάρα.


Aeschylus. Aeschylus, with an English translation by Herbert Weir Smyth, Ph. D. in two volumes. 2.Libation Bearers. Cambridge. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd. 1926.
The Annenberg CPB/Project provided support for entering this text.
XML for this text provided by Trustees of Tufts University Perseus Project