Reading Mode Quiz Mode


Book2
391
στῆσε δ᾽ ἐπ᾽ ἐσχατιῇ λιμένος, περὶ δ᾽ ἐσθλοὶ ἑταῖροι
Book2
392
ἁθρόοι ἠγερέθοντο: θεὰ δ᾽ ὤτρυνεν ἕκαστον.
Book2
393
ἔνθ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.
Book2
394
βῆ ῤ᾽ ἰέναι πρὸς δώματ᾽ Ὀδυσσῆος θείοιο:
Book2
395
ἔνθα μνηστήρεσσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευε,
Book2
396
πλάζε δὲ πίνοντας, χειρῶν δ᾽ ἔκβαλλε κύπελλα.
Book2
397
οἱ δ᾽ εὕδειν ὤρνυντο κατὰ πτόλιν, οὐδ᾽ ἄρ᾽ ἔτι δὴν
Book2
398
ἥατ᾽, ἐπεί σφισιν ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν.
Book2
399
αὐτὰρ Τηλέμαχον προσέφη γλαυκῶπις Ἀθήνη
Book2
400
ἐκπροκαλεσσαμένη μεγάρων ἐὺ ναιεταόντων,
Book2
401
Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν:
Book2
402
Τηλέμαχ᾽, ἤδη μέν τοι ἐυκνήμιδες ἑταῖροι
Book2
403
ἥατ᾽ ἐπήρετμοι τὴν σὴν ποτιδέγμενοι ὁρμήν:
Book2
404
ἀλλ᾽ ἴομεν, μὴ δηθὰ διατρίβωμεν ὁδοῖο.”
Book2
405
ὣς ἄρα φωνήσασ᾽ ἡγήσατο Παλλὰς Ἀθήνη
Book2
406
καρπαλίμως: δ᾽ ἔπειτα μετ᾽ ἴχνια βαῖνε θεοῖο.
Book2
407
αὐτὰρ ἐπεί ῥ᾽ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
Book2
408
εὗρον ἔπειτ᾽ ἐπὶ θινὶ κάρη κομόωντας ἑταίρους.
Book2
409
τοῖσι δὲ καὶ μετέειφ᾽ ἱερὴ ἲς Τηλεμάχοιο:
Book2
410
δεῦτε, φίλοι, ἤια φερώμεθα: πάντα γὰρ ἤδη
Book2
411
ἁθρό᾽ ἐνὶ μεγάρῳ. μήτηρ δ᾽ ἐμὴ οὔ τι πέπυσται,
Book2
412
οὐδ᾽ ἄλλαι δμωαί, μία δ᾽ οἴη μῦθον ἄκουσεν.”
Book2
413
ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ᾽ ἅμ᾽ ἕποντο.
Book2
414
οἱ δ᾽ ἄρα πάντα φέροντες ἐυσσέλμῳ ἐπὶ νηὶ
Book2
415
κάτθεσαν, ὡς ἐκέλευσεν Ὀδυσσῆος φίλος υἱός.
Book2
416
ἂν δ᾽ ἄρα Τηλέμαχος νηὸς βαῖν᾽, ἦρχε δ᾽ Ἀθήνη,
Book2
417
νηὶ δ᾽ ἐνὶ πρυμνῇ κατ᾽ ἄρ᾽ ἕζετο: ἄγχι δ᾽ ἄρ᾽ αὐτῆς
Book2
418
ἕζετο Τηλέμαχος. τοὶ δὲ πρυμνήσι᾽ ἔλυσαν,
Book2
419
ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον.
Book2
420
τοῖσιν δ᾽ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,


Homer. The Odyssey with an English Translation by A.T. Murray, PH.D. in two volumes. Cambridge, MA., Harvard University Press; London, William Heinemann, Ltd. 1919.
XML for this text provided by Trustees of Tufts University Medford, MA